11. Ὑγραὶ πᾶσαι δίαιται τοῖσι πυρεταίνουσι ξυμφέρουσι, μάλιστα
12. δὲ παιδίοισι καὶ τοῖσιν ἄλλοισι τοῖσιν οὕτως εἰθισμένοισι
13. διαιτᾶσθαι.
15. Ἐν μὲν τοῖς ἔμπροσθεν ἀφορισμοῖς περὶ τοῦ κατὰ
16. τὴν δίαιταν ποσοῦ τὴν διδασκαλίαν ἐποιήσατο, νυνὶ δὲ περὶ
17. τοῦ ποιοῦ διεξέρχεται, πολλὰ καὶ χρήσιμα τῶν κατὰ τὴν
1. τέχνην ἐν βραχυτάτῳ διδάσκων λόγῳ. πρῶτον μὲν ὅπως
2. χρὴ διαιτᾶν τοὺς πυρέττοντας, εἶθ’ ὅτι τὰς ἐνδείξεις τῶν
3. ὑγιεινῶν διαιτημάτων ἐπὶ μὲν τῶν παρὰ φύσιν ἐναντίας,
4. ἐπὶ δὲ τῶν κατὰ φύσιν ὁμοίας χρὴ ποιεῖσθαι. τῷ μὲν
5. γὰρ πυρετῷ, διότι θερμὸν καὶ ξηρὸν ὑπάρχει πάθος (ἔστι
6. γὰρ τροπὴ τῆς ἐμφύτου θερμασίας ἐπὶ τὸ πυρῶδες) ὑγρὰν
7. δίαιταν συμβουλεύει. ταῖς δ’ ὑγροτέραις φύσεσιν, εἴτε δι’
8. ἡλικίαν εἴτε δι’ ἔθος, οὐ τὴν ἐναντίαν, ἀλλὰ τὴν οἰκείαν.
9. φυλάττεσθαι γὰρ αὐτῶν δεῖ διὰ τῶν ὑγρῶν τὴν φύσιν οὐκ
10. ἀνασκευάζεσθαι, καθάπερ τὰ νοσήματα. ὅσοι δὲ τοὺς ἅμα
11. πυρετοῖς ὑδέρους προχειριζόμενοι τῷ λόγῳ διαβάλλειν
12. οἴονται τὸν ἀφορισμὸν, ὡς οὐ χρὴ ἐκείνων ζώντων ὑγρᾶς,
13. ἀλλὰ ξηρᾶς διαίτης, ἀγνοοῦσιν ἀναγκαιότατόν τε τῆς θεραπευτικῆς
14. μεθόδου κεφάλαιον, ὅπερ ἡμεῖς ἐπὶ πλέον ἐν ἐκείνῃ
15. τῇ πραγματείᾳ διεληλύθαμεν, ὡς ἕκαστον μὲν τῶν ἁπλῶν
16. παθῶν ἰδίας δεῖται θεραπείας, ἐπιπλεκομένων δ’ ἀλλήλοις
17. εἰς ὅσον ἂν ἐπιπλέκηται, εἰς τοσοῦτον ἕξει κοινὴν καὶ τὴν
18. τῆς θεραπείας ἔνδειξιν, ἤτοι πρὸς τὸ κατεπεῖγον ἡμῶν
1. ἱσταμένων, μετὰ τοῦ μηδὲ ἑτέρων παντάπασιν ἀμελεῖν ἢ
2. ὁμοτίμως ἅπασι βοηθούντων. τὸ δὲ τῶν πυρεσσόντων ὑδρωπικῶν
3. μεμνῆσθαι τοιοῦτόν ἐστιν οἷον καὶ τὸ τῶν αἷμα
4. πτυόντων πλευριτικῶν. καὶ γὰρ ἐπὶ τούτων ἐναντίας μὲν
5. δεῖται θεραπείας τὰ πάθη, αἵματος ἀναγωγὴ καὶ πλευρῖτις·
6. ἀλλ’ εἴπερ ἅμα συμβαίη τινὶ πρὸς τὸ κατεπεῖγον,
7. ἵστασθαι μᾶλλον ἐν αὐτοῖς χρὴ, μὴ ἀμελοῦντας μηδὲ τοῦ
8. ἑτέρου. οὕτως οὖν εἰ πυρέττει τις ἅμα καὶ ὑδρωπικὴν ἔχει
9. διάθεσιν, εἰς ἄμφω τὰ πάθη βλέποντες ἐναντίας θεραπείας
10. δεόμενα, πρὸς ἑκάτερον αὐτῶν τῶν παθῶν εὐμηχάνως ἱστάμεθα,
11. καθάπερ ἐν τοῖς ἄλλοις ἅπασι τοῖς οὕτως ἐπιπλεκομένοις.
12. οὔκουν τοιοῦτον οὐδὲν οὔθ’ ἡμεῖς ἐροῦμεν οὔθ’ ἑτέρου
13. λέγοντος προσοισόμεθα. καὶ εἴ τι μὴ ῥητῶς ὠνόμασται
14. κατὰ τὸν ἀφορισμὸν, ἐκ τῆς αὐτῆς ὑπάρχον τῆς εἰρημένης
15. κρίσεως καὶ τοῦθ’ ἡγητέον εἰρῆσθαι δυνάμει, ἡλικίας
16. μὲν γὰρ ἐμνημόνευσε καὶ ἔθους· σὺ δ’ ἂν καὶ τῆς φυσικῆς
17. κράσεως καὶ ὥρας καὶ χώρας εὐλόγως μνημονεύσεις, ἅπερ
18. ἐνίοτε καὶ αὐτὸς μὲν Ἱπποκράτης προστίθησιν, ἐνίοτε δ’
19. ἑνὸς ἢ δυοῖν μνημονεύσας τὰ λοιπὰ τῶν ἐκ τῆς αὐτῆς
20. συστοιχίας παραλείπει. γίνονται δὲ καὶ ἀπὸ τούτων ἐνδείξεις,
1. ὥσπερ ἔμπροσθεν ἀπό τε τῆς ἡλικίας ἐῤῥέθη καὶ τοῦ
2. νοσήματος· ὅσα μὲν ἄμεμπτα φυλαττόντων ἡμῶν αὐτὰ τοῖς
3. ὁμοίοις τῇ κράσει διαιτήμασιν, ὅσα δὲ μεμπτὰ τοῖς ἐναντίοις
4. ἐπανορθουμένων. εἴρηται δὲ τελεώτερον περὶ πασῶν ἐνδείξεων
5. ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι.