Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 1.17, ed. Kühn, 1827, vol. 17b, p. 428-432. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:1.17


8. Καὶ οἷσιν ἅπαξ ἢ δὶς καὶ πλείω ἢ ἐλάσσω καὶ κατὰ μέρος.
9. δοτέον δέ τι καὶ τῇ ὥρῃ καὶ τῇ χώρῃ, τῇ ἡλικίῃ καὶ
10. τῷ ἔθει.

12. Ἐπειδὴ τὸν περὶ τῆς ποσότητος καὶ ποιότητος ἐποιήσατο
13. λόγον, ἑξῆς ἡμᾶς διδάσκει περὶ τοῦ τρόπου τῶν προσφερομένων.
14. οὐ γὰρ ἱκανὸν αὐτὸ τοῦτο μόνον, ὅτι τῷδε
15. πλέον ἢ ἔλαττον δοτέον γινώσκειν ἢ ὅτι ξηραινούσῃ χρηστέον
1. ἢ ὑγραινούσῃ τροφῇ, ἀλλ’ εἰ καὶ ἅπαξ ἢ καὶ πλεονάκις
2. ἑκάστης ἡμέρας ἢ νυκτὸς εὔλογόν ἐστι προσφέρειν τὰς
3. τροφὰς, ἀναγκαιότατα σκέπτεσθαι καὶ πρὸς ταῦτ’ οὖν ἀπό
4. τε τῆς ὥρας καὶ τῆς ἡλικίας καὶ τοῦ ἔθους ἔνδειξιν λαμβάνειν,
5. καθάπερ ἐπὶ τοῦ ποσοῦ καὶ τοῦ ποίου. πρῶτοι
6. μὲν γὰρ σκοποὶ καὶ πρὸς ταῦτα, τά τε νοσήματα αὐτὰ καὶ
7. ἡ τοῦ κάμνοντος δύναμις, ἔτι τε ἡλικία καὶ ἡ ὥρα καὶ
8. ἔθος, ὅσα τ’ ἄλλα τούτοις ἀνάλογα. καὶ διὰ τοῦτο καὶ αὐτὸς
9. ὁ Ἱπποκράτης προσέθηκεν τὸ δοτέον δέ τι καὶ τῇ ὥρῃ
10. καὶ τῇ χώρῃ καὶ τῇ ἡλικίῃ καὶ τῷ ἔθει. σαφῶς δηλῶν διὰ
11. τῆς, δοτέον δέ τι φωνῆς, ὡς οὔτε τὸ πᾶν οὔτε τὸ μέγιστον
12. ἀπὸ τῶν τοιούτων λαμβάνει. τὸ γὰρ εἴτε πολλάκις εἴτ’
13. ὀλιγάκις εἴθ’ ὅλως χρὴ τρέφειν, ἀπό τε τοῦ νοσήματος καὶ
14. τῆς δυνάμεως πρῶτον μάλιστα λαμβάνεται. μετὰ ταῦτα δὲ
15. καὶ ἀπὸ τῆς ὥρας καὶ τῆς ἡλικίας καὶ τῶν τοιούτων. εἰ
16. μὲν γὰρ ἥτε δύναμις εἴη τοῦ κάμνοντος ἀσθενὴς καὶ ἡ κατὰ
17. τὸ σῶμα διάθεσις, ἤτοι κατὰ διαφθορὰν ἢ κατ’ ἔνδειαν, 
1. ὀλίγην τροφὴν πολλάκις τοῖς τοιούτοις δώσομεν, ὀλίγην μὲν
2. ὅτι μὴ δύναται φέρειν εἰσάπαξ ἀθρόον πλῆθος ἄῤῥωστος
3. δύναμις, πολλάκις δὲ ὅτι πολλῶν ἡ διάθεσις δεῖται. καὶ
4. γὰρ ἡ ἔνδεια τῆς προσθέσεως δεῖται καὶ ἡ διαφθορὰ τῆς
5. ἐπικράσεως. εἰ δ’ ἀσθενούσης τῆς δυνάμεως μήτ’ ἔνδειά
6. τις συνυπάρχει μήτε διαφθορὰ, συμμετρία δὲ τῶν
7. κατὰ φύσιν εἴη χυμῶν ἢ καὶ πλῆθος, ὀλιγάκις τε καὶ ὀλίγα
8. τούτοις δώσομεν, ἔτι δὲ μᾶλλον εἰ τῆς δυνάμεως ἰσχυρᾶς
9. ὑπαρχούσης πλῆθος χυμῶν εἴη. εἰ δὲ μετ’ ἐνδείας ἢ
10. διαφθορᾶς ἡ δύναμις ἐῤῥωμένη τύχοι, καὶ πολλὰ καὶ πολλάκις
11. σιτία τοῖς οὕτω κάμνουσι δώσομεν, ὡς ἂν καὶ τῆς διαθέσεως
12. δεομένης πολλῶν καὶ τῆς δυνάμεως κρατεῖν αὐτῶν
13. δυναμένης. μὴ συγχωρούντων δὲ τῶν παροξυσμῶν, μηδὲ
14. πολλοὺς τῆς τροφῆς ἡμῖν καιροὺς παρεχόντων, ὀλιγάκις δώσομεν
15. τὰ πολλά· τῆς μέντοι δυνάμεως ἰσχυρᾶς οὔσης μετὰ
16. πληθωρικῆς διαθέσεως, ὀλιγάκις ὀλίγα δώσομεν. εἰ γὰρ καὶ
17. τὸ κατεργαζόμενον ἔχοιμεν εὔρωστον, ἀλλὰ τῆς γε διαθέσεως
1. μὴ δεομένης πολλῶν, εὔλογον ὀλίγα προσφέρειν. οὕτω μὲν
2. ἀπό τε τοῦ νοσήματος καὶ τῆς δυνάμεως εἰς τὰ προκείμενα
3. τὰς ἐνδείξεις ληπτέον, ἀπὸ δὲ τῆς ὥρας καὶ τῆς ἡλικίας
4. καὶ τοῦ ἔθους καὶ ὅσα τ’ ἄλλα τούτοις ἀνάλογα ὧδε. κατὰ
5. μὲν τὴν θερινὴν ὥραν, ὅσον ἐπ’ αὐτῇ τῇ ὥρᾳ, πολλάκις
6. ὀλίγα δοτέον, ὅτι καὶ δέονται προσθήκης πλείονος, ὡς ἂν
7. καὶ διαφορούμενοι καὶ ὅτι ἡ δύναμις αὐτῶν ἐστιν ἀσθενής.
8. κατὰ δὲ τὴν χειμερινὴν πολλὰ μὲν διὰ τὴν ῥώμην τῆς δυνάμεως,
9. οὐ πολλάκις δέ. οὐ γὰρ δέονται πάνυ πολλῆς προσθήκης
10. οἱ κάμνοντες, ἅτε μηδὲ πολλὰ κενούμενοι.
11. τοὺς γὰρ ὑγιαίνοντας ἔμπροσθεν ἐδείξαμεν ἱκανῶς κενουμένους
12. ἐν χειμῶνι, διότι πλέον ἔχουσι τὸ ἔμφυτον θερμόν.
13. κατὰ δὲ τὸ μέσον ἔτι τὸ ἔαρ, ἔτι δὲ καὶ μᾶλλον, ὅταν ἐγγὺς
14. ᾖ τοῦ θέρους, ὀλίγοις τε καὶ διὰ πολλοῦ θρέψομεν. κινδυνεύει
15. γὰρ ἥδε ὥρα πληθωρικῆς εἶναι διαθέσεως ἐγγὺς,
16. διὰ τὴν τῶν ἐν χειμῶνι πεπηγότων χύσιν. ὥσπερ οὖν ἐν
1. ταῖς πληθωρικαῖς διαθέσεσιν, ὅταν ἡ δύναμις ἰσχύῃ, τὴν
2. τροφὴν ὀλίγην τε καὶ διὰ πολλοῦ χρόνου δίδομεν, οὕτω καὶ
3. κατὰ τὴν ἐαρινὴν ὥραν ποιητέον ἐπὶ τῶν πυρεσσόντων μάλιστα,
4. ὑπὲρ ὧν ὁ λόγος οὗτός ἐστι τῷ Ἱπποκράτει. τὴν
5. γὰρ τῶν ὑγιαινόντων δίαιταν ἔμπροσθεν ἐδίδαξε. τὸ δὲ
6. φθινόπωρον τοῖς κατὰ διαφθορὰν ἐνοχλοῦσι νοσήμασιν ἔοικε,
7. διὸ καὶ τῆς χρηστοῦ προσθέσεως συνεχοῦς οἱ τότε
8. πυρέσσοντες δέονται, κἂν ἡ δύναμις ἰσχυρὰ εἴη, πολλάκις
9. καὶ πολλὰ δώσομεν αὐτοῖς· εἰ δ’ ἀσθενὴς, ὀλίγα πολλάκις.
10. παραπλησίως δ’ ἄν τις καὶ ἀπὸ τῶν ἡλικιῶν καὶ τῶν ἀπὸ
11. ἐτῶν καὶ ἀπὸ τῶν χωρῶν λαμβάνῃ τὰς ἐνδείξεις, εἰς τοὺς
12. πρώτους δύο σκοποὺς ἀνάγων αὐτάς. ἕκαστον γὰρ τῶν εἰρημένων
13. ἤτοι ἰσχυρὰν ἢ ἀσθενῆ τὴν δύναμιν ἐργάζεται
14. καὶ ἤτοι πληθωρικὸν ἢ ἐνδεὲς ἢ κακόχυμον τὸ σῶμα.

Cliquer un n° de page pour en afficher l’image