17. Θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι,
18. χειμῶνος ῥήϊστα, ἦρος δεύτερον.
1. Οὐ δὶς ὑπὲρ τῶν αὐτῶν, ὡς ἄν τις οἰηθείη, διῆλθεν,
2. ἔμπροσθεν μὲν γράψας τὸν ἀφορισμὸν ἐκεῖνον, οὖ ἡ ἀρχὴ
3. αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει. νυνὶ δὲ
4. πάλιν, ὡς θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι,
5. χειμῶνος ῥήϊστα, ἦρος δεύτερον. ἀλλ’ ἐπειδὴ πρός
6. τε τὸ ποσὸν τῆς διαίτης καὶ πρὸς τὸν τρόπον χρήσεως τῶν
7. σιτίων, ἐπὶ τε τῶν ὑγιαινόντων καὶ τῶν νοσούντων ἀπὸ
8. τῶν ὡρῶν ἔνδειξίν τινα λαμβάνει, δεόντως ἐν ἀμφοτέροις
9. ἐμνημόνευσεν, ἐκεῖ μὲν δείξας ὡς τὰ προσάρματα τοῖς
10. ὑγιαίνουσι πλείω διδόναι χειμῶνος· διότι τὸ ἔμφυτον θερμὸν
11. πλεῖον καὶ τρέφεσθαι δεῖται. νυνὶ δὲ ὅτι κἂν ἅπαξ
12. αὐτοῖς πολλὰ δοίης οὐ βλάψεις. εὐφόρως μὲν γὰρ φέρουσιν
13. ἅπαντες πλῆθος σιτίων ἐν χειμῶνι, δυσφόρως δ’ ἐν θέρει.
14. κατὰ τοῦτο ἐν χειμῶνι μὲν ὀλιγάκις τε καὶ πολλὰ προσφέρεσθαι
15. σιτία συγχωρητέον, ἐν θέρει δ’ ἐπειδὴ δυσκόλως
16. φέρουσι τὰ σιτία, διότι τὸ πέττον αὐτὰ καὶ κατεργαζόμενον
17. τὸ ἔμφυτον θερμὸν ὀλίγον ὑπάρχει, τὸ μὲν ἀθρόον διδόναι
18. ἅπαντι τρόπῳ φευκτέον, ἐπιχειρητέον δὲ συνεχέστερον ὀλίγα
1. προσφέρειν. ἡ γὰρ τοῦ σώματος διάθεσις ὁμοία τοῖς κατ’
2. ἔνδειαν οὖσι νοσήμασιν προσθήκης δεῖται. χειμῶνος μὲν
3. οὖν καὶ θέρους οὕτως ἔχουσι, τῶν δ’ ἄλλων δυοῖν ὡρῶν
4. τὸ μὲν φθινόπωρον ἐφεξῆς θέρει, τὸ δ’ ἔαρ χειμῶνι καὶ ἡ
5. αἰτία πρόδηλος. ἐμψύχεσθαι μὲν γὰρ ἄρχεται καὶ συνάγεσθαι
6. καὶ πυκνοῦσθαι τὰ σώματα τῷ φθινοπώρῳ, χαλᾷσθαι
7. δὲ καὶ ἀραιοῦσθαι τῷ ἦρι. διά γε οὖν ταῦτα δὶς
8. οὐκ εἴρηται ταυτὸν ὑπὲρ τῶν ὡρῶν παράγγελμα ἢ καὶ ὅτι
9. κατ’ ἐκεῖνον τὸν ἀφορισμὸν ὑπὲρ τῶν ὑγιαινόντων ὁ λόγος
10. ἦν αὐτῷ.