13. τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν
14. διδόναι μηδ’ ἀναγκάζειν, ἀλλ’ ἀφαιρέειν τῶν προσθεσίων
15. πρὸ τῶν κρισίων.
1. Τριῶν οὖν ὄντων κεφαλαίων διαιτητικῶν, τοῦ ποσοῦ
2. τῶν σιτίων καὶ τοῦ ποιοῦ καὶ τοῦ τρόπου τῆς χρήσεως αὐτῶν,
3. εἰς μὲν τὰ πρότερα δύο κεφάλαια παρὰ τῶν παροξυσμῶν
4. οὐδὲν ἡμῖν ἐγένετο λυσιτελὲς, εἰς δὲ τὸ τρίτον ἔστι
5. τί γε κἀκ τῶν παροξυσμῶν λαβεῖν. δεόντως οὖν καὶ ὁ Ἱπποκράτης
6. ἐμνημόνευσεν αὐτῶν ἐν τῷ τρίτῳ κεφαλαίῳ. τοὺς
7. καιροὺς γὰρ τῶν κατὰ μέρος τροφῶν οἱ παροξυσμοὶ μάλιστα
8. διδάσκουσιν, ἐν οἶς γε νοσήμασι τεταγμένως ἀπαντῶσι,
9. τουτέστι κατὰ περίοδον, καὶ διὰ τοῦτο καὶ αὐτὸς Ἱπποκράτης
10. εἶπε τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν
11. διδόναι, εἰδὼς ὅτι καὶ ἄλλοι τινές εἰσιν, οἳ παροξύνονται
12. μὲν ἐν νόσοις, οὐ μὴν κατὰ περιόδους, τουτέστιν οὐ τεταγμένως.
13. ἐπ’ ἐκείνων μὲν οὖν οὐδὲ δυνατόν ἐστιν ἀκριβῶς
14. ἐξευρεῖν τὸν καιρὸν τῆς προσφορᾶς. ἐφ’ ὧν δὲ τὰ τῶν παροξυσμῶν
15. τέτακται, φυλακτέον ἐστὶ τὰς ἀρχὰς αὐτῶν, τουτέστιν
16. ὅπως μήτ’ ἤδη γεγονότος μήθ’ ὅσον οὔπω γενησομένου
17. τρέφωμεν. τὸ δὲ πρὸ τῶν κρίσεων, ἤτοι πρὸ τῶν παροξυσμῶν
18. ἁπάντων ἁπλῶς ἢ πρὸ τῶν κυρίως λεγομένων κρίσεων,
1. ἀκουστέον ἐστὶν ἢ πρὸ τῶν ἀκμῶν. ἀληθῆ γὰρ τὰ τρία.
2. μᾶλλον δ’ ἂν δόξειεν ἁρμόττειν ἐν τοῖς προκειμένοις τὸ
3. πρὸ τῶν παροξυσμῶν ἁπλῶς. περὶ γὰρ τῆς ἀκμῆς ἔμπροσθεν
4. εἴρηται καὶ περὶ ἐκείνης δηλονότι καὶ περὶ τῆς κρίσεως.
5. ἐν ταῖς ἀκμαῖς γὰρ τοὐπίπαν αἱ κρίσεις.