16. Ἐν τῇσι ταραχῇσι τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοισι τοῖσιν
17. αὐτομάτως γινομένοισιν ἢν μὲν οἶα δεῖ καθαίρεσθαι καθαίρωνται,
1. ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν, ἢν δὲ μὴ,
2. τοὐναντίον. οὕτω δὲ καὶ ἡ κενεαγγείη ἢν μὲν οἵην δεῖ
3. γίγνεσθαι, γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν,
4. ἢν δὲ μὴ τοὐναντίον. ἐπιβλέπειν οὖν δεῖ καὶ χώρην καὶ
5. ὥρην καὶ ἡλικίην καὶ νούσους ἐν ᾗσι δεῖ ἢ οὔ.
7. Οὐ περὶ ποσότητος αὐτῷ τῶν κενουμένων ἐστὶν ὁ λόγος,
8. ὥς τινες ᾠήθησαν, ἀλλὰ περὶ τῆς ποιότητος μόνης,
9. ὡς δηλοῖ σαφῶς ἑκάτερον τῶν ὀνομάτων, τό τε οἷα καὶ
10. τὸ οἵη. ἐπὶ μὲν γὰρ τῶν αὐτομάτως γινομένων κενώσεων
11. προσεῖπεν ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει
12. τε καὶ εὐφόρως φέρουσιν· ἐπὶ δὲ τῶν ὑπὸ τοῦ ἰατροῦ,
13. ἢν μὲν οἶα δεῖ γίγνεσθαι, γίγνηται. καίτοι δυνάμενος
14. εἰπεῖν, ἢν μὲν ὅσα δεῖ καθαίρεσθαι καθαίρηται, καὶ πάλιν
15. εἰ ἢν μὲν ὅσα δεῖ γίγνεσθαι γίγνηται. δηλοῦται δὲ τοῦτο
16. καὶ διὰ τοῦ καθαίρεσθαι ῥήματος. οὐ γὰρ ἁπλῶς εἶπεν
17. ἢν μὲν οἷα δεῖ κενοῦσθαι, ἀλλὰ ἢν μὲν οἷα δεῖ καθαίρεσθαι
1. ἔφη. καθάρσις δέ ἐστιν ἡ τῶν λυπούντων κατὰ ποιότητα
2. κένωσις. ἔν γε δὴ τούτοις ἁμαρτάνουσιν οἱ πλεῖστοι
3. τῶν ἐξηγητῶν, οὐ συνιέντες οὔτε τῶν φωνῶν οὔτε τῆς γνώμης
4. τἀνδρός. ἔτι δὲ μᾶλλον ἐπειδὰν τὸ τῆς κενεαγγείας
5. ὄνομα τινὲς μὲν ἐπὶ τῆς ἀσιτίας, τινὲς δὲ ἐπὶ τῆς φλεβοτομίας
6. ἀκούωσιν. ὁ γὰρ Ἱπποκράτης ἅπασαν κένωσιν ὀνομάζει
7. κενεαγγείαν ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ κενὰ τὰ ἀγγεῖα
8. συμβαίνει γίνεσθαι κατὰ πάσας τὰς κενώσεις. ὁ μὲν
9. δὴ λόγος αὐτῷ νῦν ἐστι περὶ ποιότητος τῶν κενουμένων.
10. ὥσπερ δὲ παρακελεύεται διὰ παντὸς ὅσα καλῶς ὑπὸ τῆς
11. φύσεως γίγνεται ταῦτα μιμεῖσθαι τὸν ἰατρὸν, οὕτω καὶ
12. νῦν ἐποίησε τῶν περὶ τῶν αὐτομάτων κενώσεων προτάξας
13. λόγον, ἐν αἷς ὅταν μὲν οἷα δεῖ κενῶνται, τουτέστι τὰ λυποῦντα
14. ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν. εἰ δὲ ἄλλων
15. τινῶν ἡ κένωσις γένηται καὶ μὴ τῶν λυπούντων, τὸ ἐναντίον
16. οὔτε συμφέρει καὶ δυσφοροῦσιν οἱ κάμνοντες. οὕτως
17. οὖν εἰ καὶ ὑπὸ τοῦ ἰατροῦ κένωσίς τις ἐπιτηδεύοιτο, τῶν
18. λυπούντων αὕτη γιγνέσθω, καθάπερ καὶ ἐν ἄλλοις παρακελεύεται
1. τὸν λυποῦντα συμβουλεύων κενοῦν χυμὸν καὶ μὴ ἄλλον
2. τινὰ πρὸ αὐτοῦ. φλέγματος μὲν οὖν πλεονάζοντος τοῦτο
3. κενωτέον ἂν εἴη παντὶ τρόπῳ. χολῆς δὲ ξανθῆς εἴτε μελαίνης
4. ἐνοχλούσης ἀφεκτέον μὲν τοῦ φλέγματος, τὴν λυποῦσαν
5. δὲ χολὴν κενωτέον. οὕτω δὲ κᾂν αἱματικὸν ᾖ τὸ
6. πλεονάζον, αἵματος τὸ ποιητέον τὴν κένωσιν καὶ δὴ καὶ
7. εἰ ὀῤῥὸς αἵματος ἐκείνου. τεκμαίρεσθαι δὲ δεῖ τὸν πλεονάζοντα
8. χυμὸν τῇ χρόᾳ, πλὴν εἴ τινες ὑποχωρήσαιεν εἰς τὸ
9. βάθος τοῦ σώματος. τὸ γὰρ χρῶμα τῶν χυμῶν ἐοικὸς
10. ἀνθέων ὁκόσων μὴ ἄμπωτίς ἐστιν. ἐπὶ τούτων οὖν μάλιστα
11. τῶν ὑπονοστησάντων καὶ μὴ κεχυμένων ὁμαλῶς εἰς ὅλον
12. τὸ σῶμα, προσεπιβλέπειν δεῖ ὥρην καὶ χώρην καὶ ἡλικίην
13. καὶ νούσους ἐν ᾗσι δεῖ ἢ οὔ· τουτέστιν ἐν αἷς προσῆκεν ἢ μὴ
14. τοιοῦδέ τινος ἢ τοιοῦδε χυμοῦ ποιεῖσθαι τὴν κένωσιν. ἔχει
15. μὲν γὰρ καὶ αὐτὸς ἕκαστος τῶν πλεοναζόντων ἐν τῷ σώματι
16. χυμῶν ἴδια γνωρίσματα, περὶ ὧν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς
17. ἐροῦμεν, οὐ μὴν ἀλλὰ καὶ πρὸς τὴν τελείαν διάγνωσιν ἐπιβλέπειν
18. χρὴ καὶ τὴν ἐνεστῶσαν ὥραν τοῦ ἔτους καὶ τὸ χωρίον
1. ἐν ᾦ νοσοῦσιν οἱ κάμνοντες καὶ τὴν ἡλικίαν αὐτῶν καὶ
2. τὴν ἰδέαν τῆς νόσου. ἔστω γὰρ, εἰ οὕτως ἔτυχε, χολῆς
3. ξανθῆς ἐν τῷ σώματι πλεονεκτούσης γνωρίσματα, συνεπιβλέπειν
4. αὐτῇ δεήσει καὶ εἰ ὥρα θερινὴ καὶ εἰ τὸ χωρίον
5. θερμὸν καὶ εἰ ὁ κάμνων ἀκμάζων. οὕτω δὲ καὶ ἐπὶ τοῦ
6. φλέγματος, εἰ χειμὼν εἴη, εἰ τὸ χωρίον ψυχρὸν, εἰ πρεσβύτης
7. ὁ ἄνθρωπος· ἀλλὰ καὶ πρὸς τούτοις ἅπασιν, αὐτὸ τὸ
8. εἶδος τῆς νόσου ἐπιβλεπτέον, οἶον ὅτι τριταῖος μὲν, εἰ οὕτως
9. ἔτυχεν, ὑπὸ τῆς ξανθῆς χολῆς ἐπικρατούσης γίνεται,
10. τεταρταῖος δ’ ὑπὸ τῆς μελαίνης, ἀμφημερινὸς δὲ ὑπὸ
11. τοῦ φλέγματος, καὶ καρκίνος μὲν ὑπὸ τῆς μελαίνης χολῆς,
12. ἐρυσίπελας δὲ ὑπὸ τῆς ξανθῆς, τῶν τ’ ἄλλων νοσημάτων
13. ὡσαύτως ἕκαστον. ἐὰν γὰρ ταῦτα πάντα διορισώμεθα,
14. βεβαιότερον ἐπὶ τὴν τοῦ λυποῦντος χυμοῦ κένωσιν
15. ἀφιξόμεθα. πάντων οὖν ἀτοπώτατοι τῶν ἐξηγητῶν εἰσιν
16. οἱ νομίζοντες τὸν λόγον αὐτῷ ὑπὲρ ἀσιτίας γίνεσθαι μόνης
17. τῆς ἐν τοῖς πυρετοῖς. οὔτε γὰρ αὐτὸς ὠνόμασε πυρετοὺς ὅ
18. τε λόγος ἐπὶ πάντων ἐστὶ καθόλου τῶν παρὰ φύσιν, ἐκδιδάσκων
1. ἡμῶν σκοποὺς, οἶς προσέχοντας εὑρίσκειν προσήκει
2. τὸ ποιὸν τῆς κενώσεως, οὐ τὸ ποσόν. ὁ γὰρ ἐφεξῆς ἀφορισμὸς
3. ὑπὲρ τοῦ ποσοῦ διαλέγεται. κατὰ τίνα δὲ καιρὸν
4. τοῦ νοσήματος ἐπιχειρεῖν δεῖ τῇ κενώσει καὶ τίνι τρόπῳ
5. ποιητέον αὐτὴν ἐν ἄλλοις ἀφορισμοῖς ἑξῆς ἐρεῖ. ὅθεν οὐδ’
6. ἐμοὶ νῦν ἀναγκαῖόν ἐστι λέγειν περὶ αὐτῶν. οὕτω γὰρ ἂν
7. οὐδὲν μὲν εἴην σοφώτερος διδάσκων, εἰς μῆκος δὲ λόγων οὐκ
8. ἀναγκαῖον ἐκτείνων τὰ ὑπομνήματα.