8. Τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίως μὴ κινεῖν μηδὲ
9. νεωτεροποιέειν μήτε φαρμακίῃσι μήτ’ ἄλλοισιν ἐρεθιμοῖσι
10. χρῆσθαι, ἀλλ’ ἐᾷν.
12. Τὸν περὶ διαίτης συμπληρώσας λόγον ἐφ’ ἕτερον
13. μεταβαίνει κεφάλαιον, ἐν ᾧ διδάσκει πότε μὲν ἐπιτρεπτέον
14. ἐστὶ τῇ φύσει τὸ πᾶν αὐτῇ περὶ τὸν νοσοῦντα διαπράττεσθαι,
15. μηδὲν ἡμῶν ἄλλο διαπραγματευομένων, ὅ τι μὴ
16. τὸ κατὰ τὴν δίαιταν, πότε δὲ οὐ μόνον τῇ φύσει τὸ πᾶν
1. ἐπιτρεπτέον, ἀλλά τι καὶ αὐτοὺς πραγματεύεσθαι. ἔνθα μὲν
2. οὖν, φησὶν, ἤτοι γέγονεν ἤδη τελεία ἡ κρίσις ἢ γίνεται, τῇ
3. φύσει τὸ πᾶν ἐπιτρέπειν χρὴ καὶ μηδὲν αὐτοὺς νεωτεροποιεῖν,
4. ἔνθα δ’ ἐλλιπῶς κρίνεται, τὸ λεῖπον αὐτοὺς προστιθέναι.
5. τοῦτο δ’ ἔλεγε κἀν τῷ περὶ χυμῶν κατὰ τήνδε
6. τὴν λέξιν. τὰ κρινόμενα ἀπαρτὶ μὴ κινεῖν μήτε φαρμακίῃσι
7. μήτε ἄλλοισιν ἐρεθισμοῖσι νεωτεροποιεῖν. ὅπερ γὰρ
8. ἀρτίως ἐν τοῖς ἀφορισμοῖς ἔφη, τοῦτο ἐν ἐκείνῳ τῷ βιβλίῳ
9. μεταβαλὼν ἀπαρτὶ ὠνόμασεν. ἔστι δὲ καὶ παρὰ τοῖς ἄλλοις
10. παλαιοῖς τοὔνομα τὸ ἀπαρτὶ κατὰ τούτου τοῦ σημαινομένου
11. τοῦ ἀπηρτισμένως καὶ ὁλοκλήρως καὶ ἀνελλιπῶς,
12. ὅπερ αὐτὸ καὶ τὸ ἀπαρτίως νῦν σημαίνει. οὐ γὰρ δὴ τό
13. γε ἐν ἀρτίαις ἡμέραις, ψεῦδος γὰρ δὴ τοῦτο ἐναργῶς, εἴ
14. τις ἐν ἀρτίαις ἡμέραις ἢ ἐκρίθη ἢ κρίνεται, μηδὲν ἐπὶ τούτων
15. νεωτεροποιεῖν. οὐ μὴν οὐδὲ τὸ πρὸ ὀλίγου δηλοῖ τὸ
16. ἀρτίως ἐν ταύτῃ τῇ ῥήσει. δῆλον δὲ μάλιστα μὲν ἐκ τοῦ
17. ῥητοῦ τοῦ ἐπιφερομένου, οὐ γὰρ εἶπεν ἁπλῶς τὰ κεκριμένα
1. ἀρτίως, ἀλλὰ τὰ κρινόμενα καὶ τὰ κεκριμένα. τούτων δὲ
2. τὰ κεκριμένα τάχα ἂν ὁμολογήσειε τῷ ἀρτίως. τὰ δὲ κρινόμενα
3. κατ’ οὐδένα τρόπον, ἀλλὰ κἀξ αὐτῆς τῶν πραγμάτων
4. τῆς ἀληθείας δῆλον. οὐ δήπου γὰρ εἴτε τι πρὸ ὀλίγου
5. κέκριται, τοῦτο οὐ χρὴ νεωτεροποιεῖν, ἀλλ’ εἰ μὲν τελέως
6. τε καὶ ἀνελλιπῶς καὶ ὁλοκλήρως, ἀληθὲς ἂν εἴη τὸ λεγόμενον,
7. εἰ δ’ ἐλλιπῶς κατά τι, τὸ λεῖπον αὐτῶν χρὴ προσθεῖναι.
8. τὰ γὰρ μετὰ κρίσιν ὑπολειπόμενα ὑποστροφὰς
9. ποιεῖ, τίς οὖν ἐστιν ἡ τελεία καὶ ἀνελλιπὴς κρίσις, ἢ δῆλον
10. ὅτι καθ’ ἣν πάντα καλῶς γίγνεται καὶ μηδὲ εἶς ἀριθμὸς
11. ἐλλείπεται τῶν κριτικῶν; πρῶτον μὲν γὰρ ἀμείνων ἡ κατὰ
12. κένωσιν τῆς κατ’ ἀπόστημα, εἶτα ἡ κατὰ τὸν λυποῦντα
13. καὶ πλεονάζοντα χυμὸν τῆς ἄλλον τινὰ κενούσης, καὶ τρίτον
14. ἡ κατ’ ἴξιν τῆς μή. κατ’ ἴξιν δὲ αὐτὸς ὀνομάζει τὸ κατ’
15. εὐθυωρίαν. ἐπὶ ταύταις ἡ μετ’ εὐφορίας, εἶθ’ ἡ μετὰ πέψεως
16. ἐν ἡμέρᾳ κρισίμῳ. ταῦτα γὰρ πάντα χρὴ παρεῖναι
1. τῇ τελείᾳ κρίσει. ἀπόντος δ’ αὐτῶν τινος ἢ καὶ πλειόνων,
2. οὐκ ἀκριβὴς οὐδ’ ἀπηρτισμένη κρίσις ἂν εἴη.