5. Ἃ δεῖ ἄγειν, ταύτῃ ἄγειν ὅκου ἂν μάλιστα ῥέπῃ ἡ
6. φύσις, διὰ τῶν ξυμφερόντων χωρίων.
8. Τίνα δή ποτε ἃ δεῖ ἄγειν; δηλονότι τὰ μήτε κρινόμενα
9. μήτε κεκριμένα ἀρτίως. ταῦτα οὖν διὰ τίνος ἐκκενοῦν χρὴ
10. μορίου διδάσκει, σκοπὸν ἡμῖν διδοὺς διττὸν, αὐτήν τε τοῦ
11. μορίου τὴν φύσιν καὶ τὴν ῥοπὴν τοῦ χυμοῦ. ὅπως γὰρ
12. ἂν, φησὶ, ῥέπῃ διὰ τῶν ξυμφερόντων χωρίων, ταύτῃ ἄγειν.
13. ξυμφέροντα δ’ ἐστὶ χωρία κενώσεσιν, ἔντερά τε καὶ γαστὴρ
14. καὶ κύστις καὶ μήτρα καὶ σύμπαν τὸ δέρμα, τῆς πρὸς τούτοις
15. αἵ θ’ ὑπερῶαί τε καὶ ῥῖνες, ὅταν ἤτοι τὸν ἐγκέφαλον
16. ἐκκαθαίρωμεν ἢ καθ’ αἱμοῤῥαγίαν ἡ κρίσις γίνεται καὶ μάλιστα
17. εἰ κατ’ ἴξιν, ὅπερ ἐστὶ κατ’ εὐθὺ τοῦ πεπονθότος
1. μορίου. τὰ γὰρ ἀνάπαλιν αἱμοῤῥαγέοντα κακὸν, ὡς ἀσύμφορα
2. δὲ χωρία αἱ ῥοπαὶ τῶν λυπούντων χυμῶν γίνονται,
3. ὅταν ἤτοι κύρια ταῦτα τὴν φύσιν ὑπάρχει καὶ μείζων ἡ ἐξ
4. αὐτῶν ἔσεσθαι βλάβη μέλλει, τῆς τοῦ κρινομένου νοσήματος
5. ἀξίας ἢ ὅταν μηδεμίαν ἔκκρισιν ἔχῃ. παραδείγματος
6. δ’ ἕνεκα τῶν καθ’ ἧπαρ λυπούντων χυμῶν ἐκκενοῦσθαι
7. χρῃζόντων ἐπιτήδειοι ῥοπαὶ διτταὶ, ἡ μὲν ἑτέρα κατὰ τὴν
8. γαστέρα καὶ ταύτης αὐτῆς βελτίων ἡ κάτω τῆς δι’ ἐμέτων,
9. ἡ δ’ ἑτέρα τῶν κατὰ νεφρούς τε καὶ κύστιν, οὐ μὴν ἥ γε
10. εἰς πνεύμονα καὶ θώρακα καὶ καρδίαν ἀγαθή προσέχειν
11. οὖν χρὴ τὸν ἰατρὸν τῇ ῥοπῇ τῆς φύσεως, εἴτ’ ἐπιτηδείως
12. μὲν γενομένης ὑπηρετεῖν τε ἅμα καὶ συνεργεῖν εἴτ’ ἐναντίως
13. τε ἅμα καὶ βλαβερῶς γίγνοιτο, κωλύειν τε ἅμα καὶ
14. μετάγειν καὶ ἀντισπᾷν.