Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 1.22, ed. Kühn, 1827, vol. 17b, p. 441-443. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:1.22


2. Πέπονα φαρμακεύειν καὶ κινέειν μὴ ὠμὰ, μηδ’ ἐν ἀρχῇσιν,
3. ἢν μὴ ὀργᾷ· τὰ δὲ πολλὰ οὐκ ὀργᾷ.

5. Τὸ μὲν φαρμακεύειν ἔθος ἐστὶν αὐτῷ λέγειν
6. ἀντὶ τοῦ χρῆσθαι φαρμάκῳ καθαίροντι, τὸ δ’ ὀργᾷν ἀπὸ
7. τῶν ὀργώντων ζώων μετενήνοχεν ἐπὶ τοὺς χυμούς. καθ’
8. ὃν γὰρ τρόπον ἐκεῖνα ἡσυχάζειν οὐ δύνανται γαργαλιζόμενά
9. πως καὶ κινούμενα καὶ διανιστάμενα πρὸς τοῦ πάθους,
10. οὕτω καὶ οἱ χυμοὶ πολλάκις ἐν κινήσει σφοδροτέρᾳ καὶ μεταῤῥύσει
11. μορίων εἰς μόρια, κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος
12. ἐνοχλοῦσι τὸν ἄνθρωπον, κινοῦντες καὶ γαργαλίζοντες καὶ
13. ἡσυχάζειν οὐκ ἐπιτρέποντες, ἀλλ’ αὐτοί τε κινούμενοι καὶ
14. μεταῤῥέοντες, ἐνοχλοῦντές τε τῇ τοσαύτῃ φορᾷ τὸν κάμνοντα.
15. τοὺς μὲν δὴ τοιούτους ἐκκενοῦν προσήκει, τουτέστι τοὺς ἐν
16. κινήσει καὶ φορᾷ καὶ ῥύσει, τοὺς δ’ ἤδη καθ’ ἕν τι μόριον
17. ἐστηριγμένους οὔτ’ ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν
1. οὔτε φαρμακεύειν πρὶν πεφθῆναι. τηνικαῦτα γὰρ ἤδη καὶ
2. τὴν φύσιν ἔχομεν βοηθοῦσαν τῇ κενώσει. φαίνεται γάρ τοι
3. καὶ αὕτη μετὰ τὰς πέψεις διακρίνουσά τε τοὺς χυμοὺς, ἀπωθουμένη
4. τε καὶ περιττὸν, ἐν ᾧ δὴ καιρῷ καὶ αἱ κρίσεις γίνονται.
5. ἀλλὰ τελέως μὲν αὐτῆς κινουμένης οὐδενὸς δεῖ
6. φαρμάκου. μετριώτερον δὲ καὶ ἀσθενέστερον ἐνεργούσης τὸ
7. λεῖπον αὐτοὺς χρὴ προστιθέναι φαρμακεύοντας, ἵν’ ἐξ ἀμφοῖν
8. ἡ τοῦ λυποῦντος χυμοῦ γίνηται κένωσις, ἀπωθουμένης
9. μὲν τῆς φύσεως, ἕλκοντος δὲ τοῦ φαρμάκου. δέδεικται
10. γὰρ ἡμῖν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασιν ἡ
11. μὲν φύσις ἑκάστου τῶν μορίων τέτταρσι δυνάμεσι χρωμένη,
12. ἑλκτικῇ τε τοῦ οἰκείου καὶ καθεκτικῇ τοῦ αὐτοῦ καὶ πρὸς
13. ταύτῃ πεπτικῇ καὶ τετάρτῃ τῶν ἀλλοτρίων ἀποκριτικῇ,
14. ἕκαστον δὲ τῶν φαρμάκων τὸν οἰκεῖον ἑαυτῷ χυμὸν ἐπισπώμενόν
15. ἐστι. καλῶς δὲ προσέθηκε τῷ λόγῳ, τὰ δὲ πολλὰ
16. οὐκ ὀργᾷ. καὶ χρὴ τοῦτο διδαχθῆναι παρὰ τῆς ἐμπειρίας,
17. ὡς αἱ μεταῤῥύσεις ἄλλοτ’ εἰς ἄλλο μόριον τῶν χυμῶν
18. ὀλιγάκις γίνονται. τὰ πλείω δ’ ἡσυχάζει καὶ μένει καθ’ ἕν
1. τι μόριον, ἐν ᾧ καὶ πέττονται παρ’ ὅλον τοῦ νοσήματος
2. χρόνον ἄχρι λύσεως. χρὴ δὲ γινώσκειν ὅτι ἔν τισι τῶν ἀντιγράφων
3. ὁ ἀφορισμὸς οὗτος οὐ γέγραπται, κατὰ μέντοι τὸ
4. περὶ χυμῶν ἐν ἅπασι γέγραπται.

Cliquer un n° de page pour en afficher l’image