Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 1.23, ed. Kühn, 1827, vol. 17b, p. 443-446. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:1.23


7. Τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι, ἀλλ’ ὡς ἂν χωρέῃ
8. οἷα δεῖ καὶ φέρει εὐφόρως καὶ ὅκου δεῖ μέχρι λειποθυμίης
9. ἄγειν καὶ τοῦτο ποιεῖν, ἢν ἐξαρκέσῃ ὁ νοσέων.

11. Εἴθ’ ὑπὸ φύσεως εἴθ’ ὑφ’ ἡμῶν ἡ κένωσις
12. γίνοιτο, χρὴ πάντως ὡρίσθαι τι μέτρον αὐτῆς· ὡς γὰρ τὴν
13. ποιότητα κατὰ τὸν λυποῦντα χρὴ κενοῦσθαι χυμὸν, οὕτω
14. δηλονότι καὶ τὴν ποσότητα τῷ πλήθει τοῦ λυποῦντος ἁρμόττειν.
15. ἀλλὰ τῆς μὲν ποιότητος τὰς διαγνώσεις ἔμπροσθεν
16. εἴπομεν, ἡνίκα τὸν ἀφορισμὸν ἐξηγούμεθα, οὗ ἡ ἀρχὴ, ἐν
17. τῇσι ταραχῇσι τῆς κοιλίας καὶ τοῖσιν ἐμέτοισι. ποσότητος
1. δ’ οὐδὲν τοιοῦτον ἔχομεν εἰπεῖν γνώρισμα. διὰ τοῦτ’ οὖν
2. ἐπ’ αὐτῆς ἔδωκεν ὁ Ἱπποκράτης ἡμῖν κριτήριον τὴν εὐφορίαν.
3. εἰ μὲν γὰρ τὸ πλεονάζειν ἐκκενοῖτο, κουφότερον ἑαυτοῦ
4. τὸν κάμνοντα καὶ εὐφορώτερον ἀνάγκη γίνεσθαι. εἰ δέ
5. τι καὶ τῶν κατὰ φύσιν ἐκκρίνοιτο, καταλύεσθαί τε καὶ ἀῤῥωστεῖν
6. αὐτοῦ τὴν δύναμιν αἰσθάνεσθαί τε δυσφορίας, ὥστε
7. μὴ τῇ προχείρῳ φαντασίᾳ τῆς ποσότητος τῶν κενουμένων
8. προσέχειν τὸν νοῦν, ἀλλὰ τοῖς εἰρημένοις δύο γνωρίσμασιν,
9. εἰ οἷα δεῖ κενοῦνται καὶ εἰ μετ’ εὐφορίας. τὸ δ’
10. ἐφεξῆς εἰρημένον ὑπ’ αὐτοῦ, τὸ καὶ ὅκου δεῖ ἄγειν μέχρι
11. λειποθυμίας, ὀρθῶς μὲν λέλεκται. προσγεγράφθαι δὲ χρὴ
12. τὰ γνωρίσματα τῆς χρήσεως. ἐπεὶ τοίνυν ἐκεῖνος οὐκ εἶπεν
13. ἡμεῖς ἐξ ὧν αὐτῇ τε τῇ πείρᾳ καὶ τῷ λόγῳ δοκοῦμεν εὑρηκέναι
14. τὰς διαθέσεις, ἐφ’ ὧν ἁρμόττει τὸ μέχρι τῆς λειποθυμίας
15. κενοῦν ἐροῦμεν. καὶ πρῶτόν γε τὸ μέχρι ποίας
16. λειποθυμίας εἴρηται ὑπ’ αὐτοῦ διορίσασθαι δίκαιον. οὐ 
1. γὰρ δὴ τάς γε τοιαύτας λέγει λειποθυμίας, ὅσαι φοβηθέντων
2. ἐνίοτε τῶν καμνόντων ἢ τὴν τῆς φλεβὸς διαίρεσιν, ἤ τι
3. τοιοῦτον ἄλλο βοήθημα γίνονται. οὐ μὴν οὐδ’ ὅταν ἐν τῷ
4. στόματι τῆς γαστρὸς ὑπάρχωσι δακνώδεις χυμοί τινες,
5. ἤτοι πρότερον ἠθροισμένοι κατ’ αὐτὴν ἢ κατὰ τὴν τοῦ
6. βοηθήματος χρῆσιν συῤῥυέντες λειποθυμίαι παρέσχον. λειποθυμοῦσι
7. μὲν γὰρ καὶ τότε, οὐ μὴν ἱκανόν γε μέτρον κενώσεως
8. ἡ τοιαύτη λειποθυμία, πρὸ τοῦ δέοντος ἐνίοτε
9. γινομένη, καθάπερ καὶ ἐπὶ αὐτοῦ τοῦ διαναστῆναί τε
10. καὶ καθίσαι πολλάκις ἐλειποθύμησάν τινες τῶν πυρεττόντων,
11. διὸ δὴ καὶ κατακειμένους αὐτοὺς φλεβοτομοῦμεν. ἡ
12. τοίνυν κατὰ τὸν λόγον τῆς κενώσεως ἐπιγιγνομένη λειποθυμία
13. νῦν εἴρηται πρὸς Ἱπποκράτους μέτρον γινομένη τῆς
14. κενώσεως, ἐπί τε μεγίστων φλεγμονῶν καὶ πυρετῶν διακαεστάτων
15. καὶ ἀλγημάτων σφοδροτάτων. χρὴ δὲ, ὡς καὶ αὐτὸς
16. εἶπεν, ἐῤῥωμένης τῆς δυνάμεως ἐπιχειρεῖν ἐπὶ τοσοῦτον κενοῦν
17. καὶ ἡμεῖς πάνυ πολλάκις πεπειράμεθα τῶν τοιούτων
18. κενώσεων ἰσχυρῶς ὠφελουσῶν. ἔν τε γὰρ τοῖς θερμοτάτοις
1. πυρετοῖς ἡ μέχρι λειποθυμίας φλεβοτομία κατάψυξίν τε
2. παραχρῆμα τῆς ὅλης ἕξεως ἐργάζεται καὶ σβέννυσι τὸν
3. πυρετόν. καὶ δὴ καὶ ἡ γαστὴρ διαχωρεῖ τοῖς πλείστοις καὶ
4. ἱδρῶτες προχέονται, καί τινες αὐτῶν ἐπὶ τούτων ἐπαύσαντο
5. τελέως. ἄλλοι δὲ μεγάλως ὠφεληθέντες ἐνέκοψαν τὸ σφοδρὸν
6. τοῦ νοσήματος. ἔν τε ταῖς μεγίσταις φλεγμοναῖς
7. καὶ ταῖς ἰσχυροτάταις ὀδύναις οὐδὲν οἶδα μεῖζον βοήθημα
8. τοῦ μέχρι λειποθυμίας ἐκκενῶσαι, διορισάμενος εἴτε φλεβοτομεῖν
9. εἴτε καθαίρειν ἄχρι λειποθυμίας προσήκει, καθότι
10. δεδήλωται ἐν τοῖς περὶ φλεβοτομίας ὑπομνήμασιν.

Cliquer un n° de page pour en afficher l’image