Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 1.24, ed. Kühn, 1827, vol. 17b, p. 446-449. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:1.24


13. Ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι
14. χρέεσθαι καὶ τοῦτο προεξευκρινήσαντας ποιέειν.

16. Ὀλίγον ἔμπροσθεν εἴρηκε, πέπονα φαρμακεύειν καὶ
17. κινέειν μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ, τὰ δὲ πολλὰ
1. οὐκ ὀργᾷ. νῦν οὖν καὶ ὅτι κατὰ τὰς ἀρχὰς μόνων τῶν
2. ὀξέων νοσημάτων ἐγχωρεῖ ποτε κάθαρσιν ποιήσασθαι συμφέρουσαν
3. ἐδίδαξεν ἡμᾶς. ἐν μὲν γὰρ τοῖς χρονίοις ἀεὶ
4. χρὴ τὸν πεπασμὸν ἀναμένειν· ἐν δὲ τοῖς ὀξέσιν, ὅταν ὀργᾷ
5. καὶ κατ’ ἀρχὴν οἷόν τε φαρμακεύειν καὶ τοῦτο αὐτὸ πρᾶξαι
6. μετὰ πολλῆς εὐλαβείας καὶ περισκέψεως. ὅθεν μοι δοκεῖ ὁ
7. Ἱπποκράτης καλῶς προσθεῖναι καὶ τοῦτο προεξευκρινήσαντας
8. ποιέειν. εἴτε γὰρ προδιασκεψάμενος ἐπιμελῶς, εἴτε
9. προπαρασκευάσας τὸν ἄῤῥωστον, εἴτε τὴν ἐνδεχομένην εὐκρίνειαν
10. ἀναμείνας, εἴτε καί τινα τούτων, εἴτε καὶ πάντα
11. σημαίνει τοὔνομα, τὴν εὐλάβειαν αὐτοῦ τὴν περὶ τὰς τοιαύτας
12. καθάρσεις ἐνδείκνυται σαφῶς. κίνδυνος γὰρ οὐ μικρὸς
13. ἐν ὀξεῖ νοσήματι κακῶς φαρμακεῦσαι, τῷ πάντα μὲν τὰ
14. καθαίροντα φάρμακα θερμὰ ταῖς δυνάμεσιν εἶναι, δεῖσθαι
15. δὲ τὸν πυρετὸν, ᾗ πυρετός ἐστι κατὰ τὸν ἑαυτοῦ λόγον,
16. οὐχ ὅπως τῶν θερμαινόντων καὶ ξηραινόντων, ἀλλὰ τῶν
17. ἐναντιωτάτων αὐτοῖς, τουτέστι τῶν ὑγραινόντων τε καὶ ψυχόντων.
1. οὐκοῦν οὐδ’ αὐτῆς ἕνεκα τῆς πυρώδους θερμασίας
2. ἡ κάθαρσις ἡμῖν παραλαμβάνεται. ταύτην γὰρ ἴσμεν ὅσον
3. ἐφ’ ἑαυτῇ βλαπτομένην, ἀλλὰ τῶν ἐργαζομένων αὐτὴν ἕνεκα
4. χυμῶν. χρὴ τοίνυν μείζονα τὴν ὠφέλειαν ἐκ τῆς τῶν λυπούντων
5. χυμῶν κενώσεως γίγνεσθαι τῆς βλάβης, ἣν ἐξ ἀνάγκης
6. λαμβάνεται τὸ σῶμα πρὸς τῶν καθαιρόντων φαρμάκων.
7. ἔστι δὲ ἡ ὠφέλεια μείζων, ἐὰν ἀλύπως τε καὶ πᾶς ὁ
8. βλάπτων καὶ λυπῶν ἐκκενωθῇ χυμός. ἵνα δὲ τοῦτο γένηται,
9. πρῶτον μὲν δεῖ προσκέψασθαι εἰ ἐπιτηδείως ὁ κάμνων
10. ἔχει πρὸς τὴν τοιαύτην κάθαρσιν. οἱ γὰρ ἐξ ἀπεψιῶν πολλῶν
11. ἢ γλίσχρων ἢ παχέων ἐδεσμάτων, ὡσαύτως δὲ οἷς καὶ
12. ὑποχόνδρια διατεταμένα πεφύσηται ἢ ὑπερβαλλόντως
13. ἐστὶ θερμὰ καὶ πυῤῥώδη τὰ οὖρα, καί τὶς αὐτόθι τῶν
14. σπλάγχνων φλεγμονὴ, πάντες οὗτοι πρὸς τὰς καθάρσεις
15. ἀνεπιτήδειοι. χρὴ τοίνυν ἀπεῖναί τε ταῦτα καὶ τοὺς χυμοὺς
16. ὡς ἔνι μάλιστα τοῦ κάμνοντος εὐρουστάτους εἶναι,
17. τουτέστι λεπτοὺς καὶ ἥκιστα μετέχοντας γλισχρότητός τινος,
18. ἀναπεπταμένους τε τοὺς πόρους, δι’ ὧν ἡ κάθαρσις μέλλει
1. γενέσθαι καὶ μηδεμίαν ἔμφραξιν ἔχοντας. ταῦτα γὰρ καὶ
2. ἡμεῖς προπαρασκευάζομεν, ἐπειδὰν μέλλωμεν καθαίρειν
3. τινὰ καὶ τοῦτό ἐστιν αὐτὸ τὸ ὑφ’ Ἱπποκράτους εἰρημένον
4. ἐν ἐκείνῳ τῷ ἀφορισμῷ. τὰ σώματα χρὴ ὅκου τις
5. βούλεται καθαίρειν, εὔροα ποιέειν. ἀλλ’ ἔν γε τοῖς ὀξέσι
6. νοσήμασι κατ’ ἀρχὰς εὐθὺς, ἤτοι περὶ τὴν πρώτην ἡμέραν
7. ἢ οὐκ ἔξω τῆς δευτέρας μελλόντων ἡμῶν χρῆσθαι ταῖς
8. καθάρσεσιν, ὅταν ὀργᾷ, τὴν τοιαύτην παρασκευὴν οὐκ
9. ἐγχωρεῖ γενέσθαι, πλὴν εἰ μὴ ἄρα τις σχοίη καιρὸν, μελίκρατον
10. δοῦναι πιεῖν, ἐναφεψήσας ὑσσώπου τι ἢ ὀριγάνου,
11. ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχωνος, ἤ τινος τῶν οὕτως
12. λεπτυνόντων χυμοὺς, ὥστ’ εὐλόγως εἶπεν ὀλιγάκις ἐν
13. τοῖς ὀξέσι νοσήμασι κατ’ ἀρχὰς ἔσεσθαι χρείαν ἡμῖν φαρμακείας,
14. τῷ μήτε πολλάκις ὀργᾷν ἐν ἀρχῇ τοὺς λυποῦντας
15. χυμοὺς μήτ’, εἰ καί τι τούτων ὑπάρχει, τοῦ νοσοῦντος ἐπιτηδείου
16. πρὸς τὴν κάθαρσιν ἔχοντος, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν
17. παρέχοντος τοῦ νοσήματος, ἐπιτήδειον αὐτὸν παρασκευάσαι.

Cliquer un n° de page pour en afficher l’image