2. Ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως
3. φέρουσι, τὰ δ’ ἐναντία δυσχερῶς.
5. Φανερῶς οὗτος ὁ ἀφορισμὸς ἐν ἐκείνῳ περιέχεται καθ’
6. ὃν ἔλεγεν· ἐν τῇσι ταραχῇσι τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοισι
7. τοῖσιν αὐτομάτως γινομένοισιν, ἢν μὲν οἷα δεῖ καθαίρεσθαι
8. καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, ἢν δὲ μὴ,
9. τἀναντία. ἀλλ’ ἐπειδὴ κατὰ τοῦτο τὸ χωρίον τοῦ βιβλίου
10. περὶ τῶν ὑπὸ τοῦ ἰατροῦ γινομένων διελέγετο καθάρσεων
11. καὶ σχεδὸν ἅπαντας εἴρηκε τοὺς ἀναγκαίους διορισμοὺς, οὐκ
12. ὤκνησεν οὐδὲ τοῦτον προσθεῖναι τὸν ἀφορισμὸν, οὐδὲν μὲν
13. διδάσκοντα νεώτερον, ἀναμιμνήσκοντα δὲ ὧν ἔμπροσθεν ἐν
14. ἑτέρῳ χωρίῳ τοῦ βιβλίου, περὶ τῶν αὐτομάτων κενώσεων
15. προειρήκει, πρὸς τῶν κᾀνταῦθα συμπεπληρῶσθαι τὸν περὶ
16. τῶν καθάρσεων ἅπαντα λόγον.