Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 1.4, ed. Kühn, 1827, vol. 17b, p. 367-370. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:1.4


10. Αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται καὶ ἐν τοῖσι μακροῖσιν ἀεὶ
11. πάθεσι καὶ ἐν τοῖσιν ὀξέσιν, οὗ μὴ ἐπιδέχεται, σφαλεραί.
12. καὶ πάλιν αἱ ἐς τὸ ἔσχατον λεπτότητος ἀφιγμέναι
13. δίαιται χαλεπαί. καὶ γὰρ αἱ πληρώσιες αἱ ἐς τὸ
14. ἔσχατον ἀφιγμέναι χαλεπαί.

16. Ἐν τῷ πρόσθεν ἀφορισμῷ περὶ πάσης καθόλου διαλεχθεὶς
17. ἀμέτρου πληρώσεώς τε καὶ κενώσεως, ἐν τούτῳ
18. περὶ τῆς τῶν νοσούντων διαίτης διεξέρχεται, κελεύων ἡμᾶς
1. ἐν μὲν τοῖς μακροῖς ἀεὶ πάθεσι φυλάττεσθαι τὰς λεπτὰς
2. διαίτας, ἐν δὲ τοῖς ὀξέσιν οὐκ ἀεί. φαίνεται γὰρ τὰ πλεῖστα
3. τούτων λεπτῆς διαίτης δεόμενα, ἔνια δὲ αὐτῶν καὶ
4. τῆς ἐσχάτης λεπτῆς. εἴη δ’ ἂν ἐσχάτως μὲν λεπτὴ δίαιτα
5. ἡ δι’ ἀσιτίας μόνης ἢ μελικράτου μέχρι κρίσεως προϊοῦσα.
6. λεπτὴ δὲ δι’ ὀλίγων ἐδεσμάτων ἢ δι’ ὀλιγοτρόφων, οἷόν περ
7. καὶ ὁ τῆς πτισάνης ἐστὶ χυλός. ὅρος δ’ αὐτῆς ἡ τῆς δυνάμεώς
8. ἐστι καθαίρεσις, ἧσπερ ἕνεκα καὶ τρέφομεν. ἐπὶ
9. μὲν οὖν τῶν ὑγιαινόντων ἀεὶ χρὴ τὴν ῥώμην τῆς δυνάμεως
10. φυλάττειν ἢ παραύξειν ταῖς τροφαῖς, οὐ καθαιρεῖν. καὶ
11. εἴη ἂν ἡ μὲν παραύξουσα τροφὴ ἁδρὰ, ἡ δὲ φυλάττουσα
12. σύμμετρος, ἡ δὲ καθαιροῦσα λεπτή. ταύτην μὲν οὖν φεύγειν
13. χρὴ ἀεί. τῶν δ’ ἄλλων ὁποτέρας ἂν δέηται τὰ παρόντα,
14. χρῆσθαι ταύτῃ. ἐπὶ δὲ τῶν νοσούντων σπάνιον μὲν
15. ἐνίοτε τὴν δύναμιν ἰσχυροτέραν ἧς παρελάβομεν ἐργάζεσθαι,
16. σπεύδομεν δὲ ὡς τὰ πολλὰ, φυλάττειν μὲν ἐν τοῖς χρονίοις
17. μετρίως δὲ καθαιρουμένην διασώζειν ἐν τοῖς ὀξέσιν. εἰ γὰρ
18. ἤτοι φυλάττειν αὐτὴν οἵαν παρελάβομεν ἐν τούτοις ἢ προσαύξειν
1. ἀεὶ σπεύδομεν, αὐξήσομεν τὴν νόσον. τίνα δ’ ἐστὶν
2. ὀξέα νοσήματα, τὰ δεόμενα τῆς ἐσχάτως λεπτοτάτης διαίτης
3. καὶ τίνα λεπτοτάτης μὲν, οὐ μὴν ἐσχάτως, καὶ τίνα τὰ
4. λεπτῆς, ἐπὶ πλέον μὲν ἐν τῷ περὶ διαίτης ὀξέων, ὃ καὶ περὶ
5. πτισάνης ἐπιγράφουσί τινες, ὁ Ἱπποκράτης ἐδίδαξε· καὶ
6. ἡμεῖς δὲ ἐν ταῖς εἰς ἐκεῖνο τὸ βιβλίον ἐξηγήσεσι τὸν ἅπαντα
7. λόγον ἐξειργασάμεθα. νυνὶ δὲ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν,
8. ὡς ἐφ’ ὧν μὲν ἂν νοσημάτων ἡ ἀκμὴ καὶ ἡ κρίσις ἐν τῇ
9. πρώτῃ μέλλῃ γενέσθαι τετράδι, τῆς δυνάμεως ἰσχυρᾶς
10. ὑπαρχούσης ἐπὶ ἀσιτίας παντελοῦς τούτους φυλάξομεν, ὅπερ
11. ἐστὶν ἐσχάτως λεπτοτάτης διαίτης. ἐφ’ ὧν δὲ μὴ ἐξώτερον
12. τῆς πρώτης ἑβδομάδος, ἰσχυρᾶς οὔσης τῆς δυνάμεως, ἀρκέσει
13. μελικράτῳ μόνῳ χρήσασθαι. λεπτοτάτη δ’ ἂν εἴη
14. καὶ αὕτη μόνη δίαιτα, οὐ μὴν ἐσχάτως γε· μὴ θαῤῥοῦντες
15. δὲ τῇ δυνάμει, πτισάνης χυλῷ χρησόμεθα, λεπτὴ δ’ ἂν
16. εἰκότως ἡ τοιαύτη δίαιτα καλοῖτο, καθάπερ ἡ διὰ τῆς κριθώδους
17. πτισάνης. οὐκέτι μὲν ἀκριβῶς λεπτὴ πλὴν εἰ μὴ 
1. παντελῶς ὀλίγη λαμβάνοιτο, οὐ μὴν ἤδη γε καὶ ἁδρὰ, ὥσπερ
2. ἡ διὰ ὠῶν καὶ χόνδρου καὶ ἰχθύων καὶ ὅσα τοιαῦτα. τὸ
3. τοίνυν οὗ μὴ ἐπιδέχεται, προσκείμενον ἐν τῷ περὶ τῶν
4. ὀξέων λόγῳ, διὰ τὰ κατοξέα λέγεται, περὶ τούτων γὰρ αὐτὸς
5. ἐρεῖ. ὅκου μὲν οὖν κατοξὺ τὸ νόσημα, αὐτίκα καὶ τοὺς
6. ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ
7. ἀναγκαῖον χρέεσθαι.

Cliquer un n° de page pour en afficher l’image