18. Ὅκου μὲν οὖν κατοξὺ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους
19. πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτοτάτῃ
1. διαίτῃ χρέεσθαι ἀναγκαῖον, ὅκου δὲ μὴ, ἀλλ’ ἐνδέχεται
2. ἁδροτέρων διαιτᾷν, τοσοῦτον ὑποκαταβαίνειν ὁκόσον ἂν
3. ἡ νοῦσος μαλθακωτέρη τῶν ἐσχάτων ᾖ.
5. Ὥσπερ ἔσχατα νοσήματα τὰ μέγιστα προσηγόρευσεν,
6. οὕτω καὶ νῦν ἐσχάτους πόνους τοὺς μεγίστους καλεῖ, πόνους
7. δὲ ἤτοι τοὺς παροξυσμοὺς, ἢ ἁπλῶς ἅπαντα τὰ συμπτώματα.
8. καὶ γὰρ τοὺς παροξυσμοὺς καὶ πάνθ’ ἁπλῶς τὰ
9. συμπτώματα μέγιστα κέκτηται τὸ κάτοξυ νόσημα καὶ τὰς
10. πρώτας ἡμέρας εὐθὺς τῆς νόσου. συνεμπίπτει γὰρ αὐταῖς
11. ἡ ἀκμὴ οὐδὲν ἄλλο οὖσα ἢ τὸ μέγιστον τοῦ νοσήματος, ὡς
12. ἐν συμπτώμασι. καὶ δὴ καὶ κάτοξυ νόσημα τοῦτο ἂν εἴη,
13. τὸ αὐτίκα ἀκμάζον. αὐτίκα δ’ ἀκουστέον περὶ τὴν πρώτην
14. τετράδα ἢ μικρὸν ταύτης ἐξώτερον. προσήκει δὴ διὰ
15. τοῦτο διαιτᾷν ἐσχάτως λεπτῶς, εἴπερ γε χρὴ ἐν ταῖς ἀκμαῖς
16. τῶν νοσημάτων λεπτότατα διαιτᾷν, ὡς ἔν τε τῷ περὶ διαίτης
17. ὀξέων ἐδίδαξεν καὶ κατ’ αὐτὸν τοῦτον τὸν ἀφορισμόν.
18. ἡ δ’ ἀκμὴ τοῦ κατόξεος νοσήματος εὐθὺς ἐν ταῖς πρώταις
1. ἡμέραις ἐστίν. ὅτι δ’ εὔλογον ἐν ταῖς ἀκμαῖς λεπτοτάτως
2. διαιτᾷν, ἐπὶ πλέον μὲν ἐν ἑτέροις ἡμῖν δέδεικται. ἀρκέσει
3. δὲ τό γε νῦν τοσοῦτον εἰπεῖν, ὡς εἴ γε διὰ τὰς φλεγμονὰς
4. ἢ τοὺς πυρετοὺς τοὺς ἀχωρίστους τῶν ὀξέων νοσημάτων,
5. δέδιέ τις διδόναι τροφὰς ἀξιολόγους, ἐν ταῖς ἀκμαῖς τοῦτο
6. μᾶλλον ποιεῖν εὐλαβηθήσεται. μέγισται γὰρ δὴ αἱ φλεγμασίαι
7. τηνικαῦτά εἰσιν, ὡς αὐτὸς ἐν τῷ περὶ διαίτης
8. ὀξέων ἔλεγε φλεγμασίας. εἴτ’ οὖν τὰς ἰδίως ὀνομαζομένας
9. φλεγμονὰς ἐθέλοι τις ἀκούειν εἴτε συμπεριλαμβάνειν αὐταῖς
10. καὶ τοὺς πυρετοὺς κατὰ τὸ παλαιὸν ἔθος τῆς λέξεως, ἔτι
11. τε πρὸς τούτοις ἄμεινον ἐπιτρέψαι τῇ φύσει, σχολάζειν τῇ
12. πέψει τῆς νόσου κατὰ τὰς ἀκμὰς καὶ μὴ περιέλκειν αὐτὴν
13. εἰς τὴν τῶν ἄρτι ληφθέντων σιτίων κατεργασίαν.
14. διὰ ταῦτα μὲν δὴ κατὰ τὰς ἀκμὰς διαιτᾷν χρὴ λεπτότατα.
15. ἐπεὶ δὲ τοῦτο ὑπόκειται, τοὐντεῦθεν ἤδη τοῖς μὲν ἄλλοις
16. νοσήμασιν, ὅσα τὴν ἀκμὴν ἐς ὕστερον ἀπολήψεσθαι μέλλει
17. τὴν ἐσχάτως λεπτοτάτην δίαιταν, οὐχ οἷόν τε προσάγειν εὐθὺς
18. ἀπ’ ἀρχῆς. φθάσει γὰρ οὕτως ἀποθανεῖν ὁ ἄνθρωπος,
1. πρὶν εἰς τὴν ἀκμὴν ἀφικέσθαι. ἐν οἷς δ’ ἂν αὐτίκα ἡ
2. ἀκμὴ, τουτέστι κατὰ τὴν πρώτην τετράδα μέλλει γίνεσθαι,
3. δυνατὸν ἐν τούτοις τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ χρῆσθαι,
4. φερούσης τῆς δυνάμεως καὶ ἀσιτίαν παντελῆ καὶ μελικράτου
5. μόνου προσφορὰν καὶ χυλὸν πτισάνης ὀλίγον παντελῶς.
6. τοιαύτη μὲν οὖν τις ἡ λεπτοτάτη δίαιτα. ἡ δὲ ταύτης ἧσσον
7. λεπτὴ, ἣν καὶ ἁδροτέραν ὠνόμασε, τῶν ἐξ ὑστέρου μελλόντων
8. ἀπολήψεσθαι τὴν ἀκμὴν νοσημάτων ἐστὶν, ἐφ’ ὧν
9. τοσοῦτον ὑποκαταβαίνειν τοῦ λεπτοῦ τῆς διαίτης κελεύει,
10. ὅσον καὶ ἡ νοῦσος ἀπολείπεται τῶν ἐσχάτων, τουτέστι τῆς
11. ἀκμῆς. ἐγγὺς μὲν γὰρ οὔσης τῆς ἀκμῆς ὀλίγον ἁδρότερον
12. διαιτήσομεν, ἐξωτέρω δὲ αὐτῆς πλέον ἁδρότερον. καὶ ὅσῳ
13. ἂν ποῤῥώτερον μᾶλλον τὴν ἀκμὴν ἔσεσθαι προσδοκήσωμεν,
14. τοσούτῳ καὶ τὸ τῆς διαίτης ὑπαλλάξομεν σχῆμα.