2. Ὁκόταν δὲ ἀκμάζῃ τὸ νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ
3. ἀναγκαῖον χρέεσθαι.
5. Μόριόν ἐστιν αὐτῷ καὶ οὗτος ὁ λόγος τῆς διαιτητικῆς
6. τέχνης, ὑπ’ ἐνίων μὲν ἰδίᾳ γραφόμενος ἐν τῇ νῦν εἰρημένῃ
7. λέξει, προστιθέμενος δ’ ὑφ’ ἑτέρων τῷ πρόσθεν ἀφορισμῷ,
8. καθότι προγέγραπται. διδάσκει δὲ ἡμᾶς, ὅπως ἂν ᾖ
9. γεγραμμένος ἕν τε καὶ ταὐτὸν θεώρημα κελεύοντος τοῦ παλαιοῦ
10. τῷ λεπτοτάτῳ τῆς διαίτης ἐν τῷ τῆς ἀκμῆς χρῆσθαι
11. καιρῷ, διά τε τὸ μέγεθος δηλονότι τῶν συμπτωμάτων καὶ
12. τὴν πέψιν τοῦ νοσήματος. οὐ γὰρ χρὴ περιέλκειν τὴν φύσιν
13. εἰς ἑτέραν πέψιν πρόσφατον ἐγκειμένην ἰσχυρῶς τῇ πέψει
14. τῶν νοσοποιῶν χυμῶν ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ μέλλουσάν
15. γε ὅσον οὔπω κρατήσειν αὐτῶν. οὕτω γὰρ ἡμῖν ἐπιδέδεικται
16. κἀν τῇ περὶ κρίσεων πραγματείᾳ κατ’
17. ἐκεῖνα δηλονότι τὰ νοσήματα τοῦ λόγου παντὸς ἀνυομένου,
18. ἐφ’ ὧν ὅλως ἐγχειροῦμεν διαίτῃ τε καὶ θεραπείᾳ. ταῦτα δ’
1. ἐστὶν ἐν οἷς τὴν ἀκμὴν ἐκδέχεται παρακμὴ, ὡς ἐφ’ ὧν γε
2. θάνατος ἀκμαζόντων ἀκολουθεῖ, τῷ προγνωστικῷ μέρει τῆς
3. τέχνης προσχρώμεθα μόνῳ, προλέγοντες τὸ γενησόμενον, ὅπως
4. ἀναίτιοι τῶν ἀποβησομένων εἴημεν. αὕτη μὲν οὖν σοι μία
5. περὶ τῶν καιρῶν τοῦ νοσήματος ἔνδειξις εἰς τὸ τῆς διαίτης
6. εἶδος· ἑτέρα δ’ ἀπὸ τῆς δυνάμεως ἣν κατὰ τὸν ἑξῆς ἀφορισμὸν
7. διδάσκει.