10. Συντεκμαίρεσθαι δὲ χρὴ καὶ τὸν νοσέοντα, εἰ ἐξαρκέσει τῇ
11. διαίτῃ πρὸς τὴν ἀκμὴν τῆς νούσου καὶ πότερον ἐκεῖνος
12. ἀπαυδήσει πρότερον καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ ἢ ἡ
13. νοῦσος πρότερον ἀπαυδήσει καὶ ἀμβλυνεῖται.
15. Ἐπειδὴ κατὰ τὸν ἔμπροσθεν ἀφορισμὸν τοσοῦτον ὑποκαταβαίνειν
16. ἐκέλευσε τῆς ἐσχάτως λεγομένης λεπτῆς διαίτης,
17. ὁπόσον ἂν χρόνον ἡ νόσος μαλακωτέρα τῆς ἀκμῆς ᾖ, νῦν
1. ἐνταῦθα προστίθησιν ἕτερον σκοπὸν εἰς ἀκριβείαν τοῦ τὸ
2. ποσὸν λαβεῖν τῆς ὑποκαταβάσεως. ἔστι δὲ ὁ σκοπὸς οὗτος
3. ἡ δύναμις, ἧς ἕνεκα καὶ τρέφειν ἐστίν. οὐ γὰρ δὴ τοῦ
4. νοσήματος αὐτοῦ χάριν. ὅταν μὲν γὰρ οὕτως ἔχει ῥώμης
5. ὡς ἐλπίζειν ἡμᾶς ἐξαρκέσαι τῷ μεταξὺ χρόνῳ παντὶ μέχρι
6. τῆς ἀκμῆς, ἐπὶ τῷ τοιῷδε σχήματι τῆς διαίτης ἔχοιμεν ἂν
7. ἤδη τὸ ποσὸν ἀκριβῶς. ἄν δ’ ἀσθενεστέρα φαίνηται, προσθετέον
8. τι τῇ διαίτῃ καὶ ἁδρότερον διαιτητέον εἰς τοσοῦτον
9. εἰς ὅσον ἂν ἡ τῆς δυνάμεως ἀσθένεια κελεύῃ. διὰ
10. τοῦτο γοῦν ποτε καὶ κατ’ αὐτὴν τὴν ἀκμὴν ἐπιγενόμενον
11. συμπτώματος ἐκλυτικοῦ τῆς δυνάμεως ἀναγκαζόμεθα τρέφειν.
12. μέρος δ’ ἂν εἴη καὶ οὗτος ὁ λόγος τοῦ περὶ διαίτης
13. παντὸς καὶ εἴ τις ἕνα τὸν σύμπαντα τοῦτόν τε καὶ τὸν
14. προειρημένον καὶ τὸν ἐφεξῆς μέλλοντα ῥηθήσεσθαι ποιήσειεν,
15. οὐχ ἁμαρτήσεται. ἐγὼ δ’ εἰς μόρια τέμνων ἐξηγοῦμαι
16. εἰς ὅσον δύναμαι σαφηνείας ἕνεκα.