Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 2.1, ed. Kühn, 1827, vol. 17b, p. 451-455. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:2.1

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ

ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ

ΥΠΟΜΝΗΜΑΤΑ.


2. Ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει, θανάσιμον,
3. ἢν δὲ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον.

5. Ὅτι μὲν ὁ πόνος αὐτῷ βλάβην σημαίνει νῦν εὔδηλον
6. ἐκ τῆς ἀντιθέσεως. φησὶ γὰρ, ἢν δ’ ὕπνος ὠφελέῃ, οὐ
7. θανάσιμον. οὔσης δὲ διττῆς τῆς ἐξ ὕπνου βλάβης τῆς
1. μὲν κοινῆς, ὅταν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν, ἃς ἐπισημασίας
2. ὀνομάζουσιν, οἱ κάμνοντες κοιμηθῶσι,
3. τῆς δ’ ἰδίας, ὡς ἐπί τινων νοσημάτων, ὅταν ἐν ἄλλῳ τινὶ
4. καιρῷ, περὶ ταύτης αὐτὸν ἡγετέον λέγειν. ἐκείνη γὰρ οὔτε
5. θάνατον οὔτ’ ἄλλο τι σημαίνει δεινὸν, ἑπομένῃ τῇ φύσει
6. τοῦ καιροῦ. συννεύουσι γὰρ εἰς τὸ βάθος τοῦ σώματος ἐν
7. ταῖς τῶν παροξυσμῶν ἀρχαῖς, ἤτοι θερμασία πᾶσα καὶ οἱ
8. χυμοὶ, καθάπερ αὐτὸς ἐδίδαξε, καὶ μᾶλλον ἐφ’ ὧν ἤτοι φρίκη
9. τις ἢ ῥῖγος ἢ ψύξις τῶν ἔξω μερῶν ἰσχυρὰ γίνεται.
10. καὶ διὰ τοῦτο αὐτοῖς χρονίζει τὰ συμπτώματα κοιμηθεῖσιν
11. ἐν ταῖς ἀρχαῖς καὶ μόγις ἐπὶ τὴν ἀκμὴν οἱ πυρετοὶ παραγίνονται.
12. καὶ εἰ δή τις εἴη φλεγμονὴ περὶ σπλάγχνων, εἰκότως
13. αὔξεται· καὶ εἰ χυμοί τινες εἰς τὴν γαστέρα συῤῥέουσιν,
14. οὐχ ὁμοίως πέττονται, καθάπερ ἐν τοῖς ἄλλοις
15. ὕπνοις, ἀλλὰ πολλῷ πλείους γίνονται, διαμένοντες ἄπεπτοι.
16. διὰ ταῦτά τοι καὶ παρακελευόμεθα τοῖς κάμνουσιν ἐγρηγορέναι
17. τηνικαῦτα τὴν ὑπὸ τῆς ἐγρηγόρσεως ἐπὶ τὰ ἐκτὸς
18. φορὰν τοῦ πνεύματος καὶ τοῦ αἵματος καὶ τῆς ἐν αὐτοῖς
1. θερμασίας, ἀντιτάττοντες ὡς μέγιστον ἴαμα τῇ κατὰ τὰς
2. ἐπισημασίας ἐπιγινομένῃ πρὸς τὸ βάθος αὐτῶν φορᾷ. διὸ
3. καὶ φαίη ἄν τις οὐκ ἀλόγως μὲν αὐτὰς τὰς βλάβας ἐν τούτῳ
4. τῷ καιρῷ γίγνεσθαι τῇ φύσει τοῦ παροξυσμοῦ, κωλυομένας
5. δὲ ὑπὸ τῆς ἐγρηγόρσεως, ἐπειδὰν δὲ καὶ ταύτης
6. στερηθῶσιν οἱ κάμνοντες, ἐναργεστέραν ἴσχειν τὴν βλάβην,
7. οὐχὶ τῷ προσέρχεσθαί τινα διὰ τὸν ὕπνον ἑτέραν βλάβην,
8. ἀλλὰ τῷ τὴν ἐκ τῆς ἐγρηγόρσεως ὠφέλειαν ἀπογίνεσθαι.
9. οὗτος μὲν οὖν ὁ λόγος ἐπιδείκνυσι μηδεμίαν ἐν ταῖς ἀρχαῖς
10. τῶν παροξυσμῶν βλάβην ἐξ ὕπνου γινομένην, ἀλλ’ αὐτὸ δὴ
11. τοῦτο μόνον, ἀπουσίαν ὠφελείας· ὁ δ’ ἕτερος λόγος ὁ καὶ
12. τοίοις ὕπνοις συγχωρῶν ἐν τούτῳ τῷ καιρῷ βλάβην ἐργάζεσθαι
13. τὴν διδασκαλίαν φησὶ γίνεσθαι νῦν Ἱπποκράτει
14. περὶ τῶν ἐν ἄλλοις καιροῖς ὑπνούντων, οἷς ἀκολουθεῖ τοὐπίπαν
15. ἐναργής τις ὠφέλεια καὶ μάλιστα ὅταν ἐν ταῖς παρακμαῖς
16. γεννηθῶσιν. ὠφελοῦσι μὲν γὰρ ἐναργῶς ἐνίοτε καὶ
17. κατ’ αὐτὰς τὰς ἀκμὰς γινόμενοι, καί ποτε κἀν τοῖς τῶν
18. ἀναβάσεων τῶν γινομένων ἐν τοῖς ἐσχάτοις, ὅσαι συνάπτονται
1. ταῖς ἀκμαῖς, ἀλλ’ ἡ πασῶν ἐναργεστάτη τῶν ὠφελειῶν
2. ἐν ταῖς παρακμαῖς γίνεται. καὶ τοίνυν καὶ βλάπτοντες
3. ἧττον μὲν ὀλέθριοι, κατά γε τὴν ἀκμήν εἰσι καὶ τὴν
4. αὔξησιν τοῦ παροξυσμοῦ, μάλιστα δ’ ἐν ταῖς παρακμαῖς
5. ὀλέθριοι γίνονται. ἐν ᾧ γὰρ ἕκαστον τὸ ὠφελιμώτατόν
6. ἐστιν, ἐὰν πρὸς τῷ μηδὲν ὠφελεῖν ἔτι καὶ βλάπτῃ, θάνατον
7. εἰκότως δηλώσει. βλάβαι δ’ ἐξ ὕπνων εἰσὶν αἱ ταῖς
8. ὠφελείαις ἐναντίαι, παραδείγματος χάριν τό τε τὸν πυρετὸν
9. ἢ μὴ λύεσθαι πρὸς αὐτῶν ἢ καὶ παροξύνεσθαι καὶ τὸ
10. τὰς ὀδύνας ἐπιτείνεσθαι καὶ τὰ ῥεύματα πλείω γίνεσθαι καὶ
11. τὰς φλεγμονὰς αὐξάνεσθαι. τινὲς δὲ καὶ κατ’ αὐτοὺς τοὺς
12. ὕπνους φθέγγονται παρακοπτικῶς καὶ ἢν ἐξεγείρωνται, μέχρι
13. πολλοῦ παρανοοῦσιν. ἐνίοις δὲ ἀρχὴ κώματος ἐν τῷ ὕπνῳ
14. γίνεται καὶ μόγις ἀνίστανται νυττόμενοι. συμβαίνει δὲ
15. ταῦτα πάντα διὰ τὴν τῶν χυμῶν κακοήθειαν, οὓς, ὅταν μὲν
16. ἰσχυρότερον ᾖ τὸ ἔμφυτον θερμὸν ἡμῶν, ἐκπέττει κατὰ τοὺς
17. ὕπνους· ὅταν δὲ ἀσθενέστερον, ἐνικήθη μὲν ὑπ’ ἐκείνων,
18. βαρύνεται δ’ ὑπ’ αὐτῶν τὰ σπλάγχνα καὶ τοῖς εἰρημένοις
19. ἁλίσκεται παθήμασιν ὁ ἄνθρωπος. αὐτὸς γάρ τοι
1. ὁ Ἱπποκράτης βούλεται τὸν μὲν ἐγρηγορότα ἔξωθεν θερμότερον
2. εἶναι, τὸν δὲ καθεύδοντα ἐναντίον, διδάσκων ἡμᾶς
3. ὅπερ καὶ ἄλλοις τισὶ τῶν φυσικῶν ἔδοξε, κατὰ τὰς ῥοπὰς
4. τῆς ἐμφύτου θερμασίας ἐγρήγορσίν τε καὶ ὕπνον γίνεσθαι.
5. καὶ τοίνυν εἰκότως, ἐπειδὰν ἐν τοῖς σπλάγχνοις ἀθροισθὲν
6. τοῦτο μὴ περιγίνηται τῶν νοσοποιῶν αἰτιῶν, ὄλεθρον σημαίνει.
7. περιγινόμενον μέντοι οὐδέπω βεβαίας ἐστὶν ἀσφαλείας
8. σημεῖον, πλὴν εἴ τις ὅσον ἐπὶ τούτῳ τῷ πάθει φάσκοι
9. σωθήσεσθαι τὸν κάμνοντα, καθ’ ἑτέραν διάθεσιν ἀπολέσθαι
10. δυνάμενον. εἰ γὰρ δὴ φθάνοι φλεγμονή τις εἶναι
11. καθ’ ὁτιοῦν τῶν κυρίων δύσλυτος, ἐγχωρεῖ τὸν οὕτως ἔχοντα
12. τεθνήξεσθαι· ὥστ’ ἀσφαλέστερον μὲν εἰπεῖν, ὅταν ἐξ ὕπνου
13. γίνηταί τις βλάβη, θανάσιμον εἶναι τὸ σημεῖον, ὅταν δ’
14. ὠφέλεια, οὐ θανάσιμον. ὅτι δ’ ἐξ ὕπνων γίνονταί τινες
15. βλάβαι κἀν τοῖς τῶν ἐπιδημιῶν αὐτὸς ἐδήλωσεν εἰπών·
16. ἐν τούτοις πολλοὶ κωματώδεες ἦσαν καὶ παράφοροι, οἱ δὲ ἐξ
17. ὕπνου τοιοῦτοι ἐγίνοντο.

Cliquer un n° de page pour en afficher l’image