7. Τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσον ἂν θρέψῃς, μᾶλλον
8. βλάψεις.
10. Συνδιαφθείρεται γὰρ ἡ ἐπεισιοῦσα τροφὴ τῇ
11. προϋπαρχούσῃ κατὰ τὸ σῶμα κακοχυμίᾳ, ὥστ’ αὐξάνεσθαι
12. μὲν αὐτῆς τὴν ποσότητα, φυλάττεσθαι δὲ τὴν ποιότητα.
13. καὶ μάλιστα γίγνεται τοῦτο, ὅταν ἡ γαστὴρ ἀναπεπλησμένη
14. μοχθηρῶν χυμῶν ᾖ τινων, ὑφ’ ὧν καὶ τὸ μικρὸν ἔμπροσθεν
15. εἰρημένον σύμπτωμα τοῖς ἀνακομιζομένοις ἐκ τῶν νοσημάτων
16. συμβαίνει, τὸ μὴ δύνασθαι λαμβάνειν τροφάς.