8. Τὰ ἐγκαταλιμπανόμενα ἐν τῇσι νούσοισι μετὰ κρίσιν ὑποστροφὰς
9. ποιέειν εἴωθεν.
11. Καὶ οὗτος ὁ ἀφορισμὸς συνέζευκται τοῖς προειρημένοις·
12. εἰρηκὼς γὰρ ὁ Ἱπποκράτης, ἢν ἐκ νόσου τις τροφὴν
13. λαμβάνων μὴ ἰσχύῃ, σημαίνει ὅτι τὸ σῶμα πλείονι
14. τροφῇ χρέεται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντος τοῦτο γίγνεται,
15. σημεῖον ὅτι κενώσεως δεῖται. καὶ διὰ τοῦτο περὶ
16. τῶν κενώσεων ἐφεξῆς διελθὼν ἀπέδωκε νῦν τὴν αἰτίαν τοῦ
17. δεῖσθαι κενώσεως τοὺς ἀνορέκτους μετὰ νόσον, ὡσεὶ καὶ
1. οὕτως ὁ πᾶς εἴρηται λόγος αὐτῷ· ἢν δὲ μὴ λαμβάνοντος
2. τοῦτο γίνεται, σημαίνει ὅτι δεῖται κενώσεως. τὰ γὰρ ἐγκαταλιμπανόμενα
3. μετὰ κρίσιν, ὑποστροφώδεα δηλονότι τὰ λείψανα
4. τῶν μοχθηρῶν χυμῶν ἐγκαταλιμπανόμενα κέκληκεν,
5. ἅπερ ἀνάγκη σηπόμενα τῷ χρόνῳ πυρετοὺς ἀνάπτειν. ἐπειδὴ
6. πᾶν ὑγρὸν ἀλλότριον τῆς τοῦ περιέχοντος αὐτὸ σώματος
7. φύσεως, οὔτε τρέφειν ἐκεῖνο πέφυκε καὶ λοιπὸν ἐξ ἀνάγκης
8. ἔχει τὴν εἰς σηπεδόνα μεταβολήν. ὅταν δὲ καὶ θερμὸν
9. ᾖ τὸ χωρίον, ἐν ᾧπερ ἂν ἠθροισμένον ὑπάρχῃ, τότε
10. δὴ μάλιστά τε καὶ τάχιστα σήπεται.