13. Ὁκόσοισι ἡ κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ
14. πρὸ τοῦ παροξυσμοῦ, ἡ δ’ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ
15. τὸ πολύ.
1. Ἡ μὲν κρίσις ὀξύῤῥοπός ἐστιν ἐν νόσῳ μεταβολὴ
2. πρὸς ὑγείαν ἢ θάνατον· γίγνεται δὲ τῆς φύσεως διακρινούσης
3. ἀπὸ τῶν χρηστῶν τὰ μοχθηρὰ καὶ παρασκευαζούσης
4. πρὸς τὴν ἔκκρισιν. εἰκότως οὖν ἐπὶ τῇ τοιαύτῃ ταραχῇ
5. δυσφοροῦσι καὶ μᾶλλον κατάφωρος ἡ δυσφορία γίνεται κατὰ
6. τὰς νύκτας, ἐν ταύταις γὰρ ἡμῖν ἔθος ἐστὶ κοιμᾶσθαι.
7. διακοπτομένων οὖν τῶν ὕπνων ὑπὸ τῆς ταραχῆς ἐναργῶς
8. ἡ δυσφορία διαγινώσκεται, καίτοι τῆς ἡμέρας ὁμοίαν ἐχούσης
9. ταραχὴν, ἐπειδὰν ἡ μετ’ αὐτὴν νὺξ ἔχῃ τὴν κρίσιν.
10. τὸ δὲ ἐπὶ τέλει τοῦ ἀφορισμοῦ γεγραμμένον, ἡ δ’ ἐπιοῦσα
11. εὐφορωτέρη ὡς ἐπὶ τὸ πολὺ κατὰ τὰ πολλὰ τῶν ἀντιγράφων
12. οὐ φέρεται. βούλεται δ’ ἡμᾶς διδάσκειν ὡς ἡ μετὰ
13. τὴν κρίσιν νὺξ εὐφορωτέρα τῆς προηγησαμένης ἐστὶν ὡς
14. ἐπὶ τὸ πολὺ, διὰ τὸ τῶν κρίσεων τὰς πλείους εἰς ἀγαθὸν
15. τελευτᾶν. ἴσμεν γὰρ ὡς τῶν νοσούντων οἱ σωζόμενοι πλείους
16. εἰσὶ ἀποθνησκόντων, πλὴν εἰ μή ποτε λοιμώδης ἡ κατάστασις
17. γενηθείη.