2. Ἐν τῇσι τῆς κοιλίης ῥύσεσιν αἱ μεταβολαὶ τῶν
3. διαχωρημάτων ὠφελέουσιν, ἢν μὴ ἐς τὰ πονηρὰ μεταβάλλῃ.
5. Αἱ μεταβολαὶ τῶν διαχωρημάτων πολλὰς ἰδέας ἐκκενοῦσαι
6. χυμῶν ἀκριβέστερον ἐκκαθαίρουσι τὸ σῶμα, πλήν εἰ
7. μὴ συντήξεως καὶ σηπεδόνος ἔχοιεν σημεῖα. περὶ ὧν ἐν τῷ
8. προγνωστικῷ διῆλθεν αὐτὸς, ἔνθα καὶ λιπαρῶν καὶ δυσωδῶν
9. ἐμνημόνευσε καὶ κακόσμων.