12. Ὅκου φάρυγξ νοσέει ἢ φύματα ἐν τῷ σώματι ἐκφύεται,
13. σκέπτεσθαι χρὴ τὰς ἐκκρίσιας. ἢν γὰρ χολώδεες
14. ἔωσι, τὸ σῶμα ξυννοσέει· ἢν δὲ ὅμοιαι τοῖσιν ὑγιαίνουσι
15. γίνωνται, ἀσφαλὲς τὸ σῶμα τρέφειν.
17. Δύο λόγους ἀλλήλοις ἀντιτιθεὶς, ἐν ἑκατέρῳ παραλέλειπται
18. τὸ συνεμφαινόμενον τῷ λόγῳ· ὥστε τοῦ λείποντος
1. ἑκατέρῳ προστεθέντος ἡ σύμπασα λέξις ἐστὶ τοιαύτη, ὅκου
2. φάρυγξ νοσέει ἢ φύματα ἐν τῷ σώματι γίνεται, σκέπτεσθαι
3. χρὴ τὰς ἐκκρίσιας. ἢν γὰρ χολώδεες ἔωσι, τὸ σῶμα συννοσέει
4. καὶ οὐκ ἀσφαλὲς τρέφειν αὐτό. ἐξ ὧν δέ μοι δοκεῖ πείσας ἑαυτὸν
5. ὁ Ἱπποκράτης οὕτως ἀποφήνασθαι καὶ δὴ φράσω. τῶν
6. ζώων ἡ φύσις ἐστὶν, ὅτε τοὺς ἐν τοῖς κυρίοις μέρεσι μοχθηροὺς
7. χυμοὺς ἐκκενοῦσα τινὰς μὲν δι’ οὔρων ἢ ἐμέτων ἢ
8. τῆς κάτω γαστρὸς ἐκκρίνειν, τινὰς δ’ ἐξωθεῖν μὲν ὡς ἐπὶ
9. τὸ δέρμα, κενῶσαι δ’ οὐ δυναμένη διὰ τὸ πάχος ἀποτίθεται
10. ταύτῃ φύματά τε ἐν τῷ σώματι οὕτω γίνεται. πολλάκις
11. δὲ ἥ τε φάρυγξ ὑποδεχομένη τοὺς ἐκ τῆς κεφαλῆς καταῤῥέοντας
12. χυμοὺς ἐνοχλεῖται. σκεπτέον οὖν ἐστι τηνικαῦτα
13. καὶ διοριστέον εἴτε σύμπαν ἤδη τὸ περιττὸν ἡ φύσις
14. ἐναποτίθεται τοῖς πεπονθόσι μορίοις εἴτ’ ἐστὶν ἔτι
15. καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα μοχθηρῶν χυμῶν περιουσία,
16. δῆλον δ’ ἔσται τοῦτο ταῖς ἐκκρίσεσιν. εἰ γὰρ ὅλως
1. ἡ φύσις ὥρμησεν ἐκκαθαίρειν τὸ σῶμα, χολώδεις αὗται
2. φανοῦνται. διότι καὶ τὰ φύματα θερμανθέντος αἵματος
3. ὑπὸ τοῦ πικροχόλου χυμοῦ γίγνεσθαι πέφυκε καὶ δηλονότι
4. πρότερον καθᾶραι, οὐ τρέφειν χρὴ τὰ τοιαῦτα σώματα.
5. τὰ γὰρ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν μᾶλλον τρέφῃς μᾶλλον
6. βλάψεις. εἰ δ’ ὅμοιαι τοῖς τῶν ὑγιαινόντων αἱ ἐκκρίσεις
7. εἶεν, ὑγιαῖνον ἐνδείκνυνται τὸ ὅλον σῶμα καὶ κίνδυνος
8. οὐδείς ἐστι τρέφειν αὐτό.