11. Ὅκου λιμὸς, οὐ δεῖ πονέειν.
13. Λιμώττειν ἐκείνους φαμὲν, ὅσοι δι’ ἀπορίαν σιτίων εἰς
14. ἄκρον ἥκουσι πείνης. οὕτως οὖν καὶ Ἱπποκράτης αὐτὸς ἐν
15. τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἶπεν, ἐν Αἴνῳ ὀσπριοφαγέοντες
16. ἐν λιμῷ, σκελέων ἀκρατέες ἐγένοντο. καὶ μέντοι καὶ πᾶσαν
17. τὴν σφοδρὰν ἔνδειαν τῶν σιτίων, εἰ καὶ χωρὶς ἀπορίας
18. κατὰ προαίρεσιν ἢ πρόσταγμα γένοιτο, λιμὸν ὀνομάζειν
1. εἴωθεν. ὅταν οὖν εἴπῃ, τοῖσιν ὑγρὰς ἔχουσι τὰς σάρκας,
2. λιμὸν ἐμποιέειν, λιμὸς γὰρ τὸ σῶμα ξηραίνει. καὶ ἐπειδὰν
3. ἐν τῷ προγνωστικῷ φησι ἐπανερέσθαι χρὴ μὴ ἠγρύπνηκεν
4. ὁ ἄνθρωπος ἢ τὰ τῆς κοιλίας ἐξυγρασμένα εἴη ἰσχυρῶς ἢ
5. λιμῶδές τι ἔχει αὐτὸν, ἐπὶ τῆς τῶν σιτίων ἐνδείας φέρει
6. τοὔνομα. καὶ νῦν δὴ οὕτως εἴρηκεν, ὅκου λιμὸς οὐ δεῖ
7. πονέειν, ὡσεὶ καὶ οὕτως εἴρηκε, τοῖς μὴ μέλλουσιν ἐσθίειν
8. μηδὲ πόνον τινὰ προσφέρειν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. πόνον δὲ
9. νῦν ἀκούειν χρὴ τὴν σφοδρὰν κίνησιν, ἥνπερ καὶ γυμνάσιον
10. ὀνομάζουσιν. οὕτω γοῦν ἔλεγεν αὐτὸς, πόνοι σιτίων ἡγείσθωσαν.
11. ἔστιν οὖν ὁ λόγος αὐτῷ κοινὸς ὑγιαινόντων τε
12. καὶ νοσούντων. ὑγιαίνουσί τε γὰρ οὐ χρὴ προστάττειν γυμνάσια
13. ἅμα ταῖς ἀσιτίαις, ἐπί τε τῶν νοσούντων μηδεμίαν
14. σφοδρὰν κίνησιν ἐπάγειν τῷ σώματι σὺν ἀσιτίᾳ, μήτε
15. φλεβοτομοῦντα μήτε καθαίροντα μήτε ἐμέτοις κενοῦντα,
16. μήτε τρίψει χρώμενον πολλῇ μήθ’ ὅλως ἰσχυρᾷ κινήσει ἢ
17. ἀλλοιώσει τοῦ σώματος. ἐπὶ γὰρ ταῖς τοιαύταις κινήσεσιν
1. ἁπάσαις, ὅταν ἄνευ τροφῆς γίνωνται, καταλύεσθαι πέφυκεν
2. ἡ δύναμις, ἄν τε ὑγιαίνωσιν ἄν τε νοσῶσιν οἱ ἄνθρωποι.
3. πεφρόντικε δ’ ἀεὶ μεγάλως ὁ Ἱπποκράτης τοῦ φυλάττειν
4. ἐῤῥωμένην τὴν τὰ ζῶα διοικοῦσαν δύναμιν. ἐάν τε οὖν
5. κατὰ τὸν ἑνικὸν ἀριθμὸν εἴπωμεν δύναμιν ἄν τε κατὰ τὸν
6. πληθυντικὸν δυνάμεις οὐ διοίσει. καὶ τοῦτο κατὰ τὸ περὶ
7. τῆς τροφῆς αὐτὸς εἶπε, δύναμις μία καὶ οὐ μία, κατὰ μὲν
8. τὸ γένος δηλονότι ἐμφαίνων μίαν εἶναι τὴν δύναμιν, ἰδέας
9. δὲ πλείους ἔχειν.