12. Ὅκου ἂν τροφὴ παρὰ φύσιν πλείων εἰσέλθῃ, τοῦτο
13. νόσον ποιέει, δηλοῖ δὲ καὶ ἡ ἴησις.
15. Ὃ καθ’ ἕτερον ἀφορισμὸν ἔφη καθόλου, τοῦτο νῦν ἐφ’
16. ἑνὸς εἴδους διδάσκει. καθόλου μὲν γάρ ἐστιν ὁ τοιοῦτος
17. λόγος, οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο οὐδὲν ἀγαθὸν
18. ὅ τι ἂν μᾶλλον τῆς φύσεως ᾖ. ὁ δὲ νῦν ἡμῖν προκείμενος
1. ἀφορισμὸς ὑπὲρ ἑνὸς ἀποφαίνεται πράγματος, τῆς πλησμονῆς.
2. ἡ γὰρ πλείων τροφὴ τῆς τοῦ σώματος φύσεως ὀνομάζεται
3. πλησμονή. πρὸς τὶ μὲν οὖν ἀεὶ τὸ πλέον, ἀλλ’ ἔν γε
4. τοῖς ἡμετέροις σώμασι διττόν· ἓν μὲν ὡς πρὸς τὴν τῶν
5. ἀγγείων εὐρυχωρίαν, ἕτερον δὲ ὡς πρὸς τὴν διοικοῦσαν
6. ἡμᾶς φύσιν. ὑπὲρ οὗ νῦν διδάσκων ἡμᾶς ὁ Ἱπποκράτης
7. ἔφη τὴν πλείονα τροφὴν εἶναι παρὰ φύσιν, ἵνα μήτε τοὺς
8. ἐμπεπλησμένους εἰς τοσοῦτον σιτίων ὡς διατετάσθαι τὴν
9. γαστέρα, πάντως ὑπολαμβάνομεν ἐκ τούτου βλαβήσεσθαι,
10. μήτε τοὺς ἐνδεὲς ἔχοντας αὐτῆς τὸ κύτος, ὀλίγα δὲ προσενηνέχθαι
11. καὶ πάντως πέψαι καλῶς αὐτά. καὶ γὰρ τοὺς
12. προτέρους ἐγχωρεῖ πέψαι τὰ πεπληρωκότα τὴν κοιλίαν, εἰ
13. ῥώμην αὐτὴν ἡ φύσις ἔχει καὶ τοὺς δευτέρους ἀπεπτῆσαι,
14. δι’ ἀῤῥωστίαν καὶ μάλισθ’ ὅταν εὔπεπτα μὲν οἱ πρότεροι,
15. δύσπεπτα δ’ οἱ δεύτεροι τὰ σιτία προσενηνεγμένοι τύχωσιν.
16. οὕτω δὲ κἀπὶ τῆς ἀναδοθείσης τροφῆς ἡ αἱματοῦσα δύναμις
17. ἀνάλογον τῇ πεπτούσῃ κατὰ τὴν γαστέρα ποτὲ μὲν
1. ὑπ’ ἀῤῥωστίᾳ, οὐκ ἀλλοιώσει τὸν εἰς τὰς φλέβας ἀναδοθέντα
2. χυμὸν, κἂν εἰ σύμμετρος εἶναι δοκεῖ, ποτὲ δὲ τὸν
3. τούτου πολλαπλάσιον ἑτοίμως αἱματώσει, διά τε τὴν ἑαυτῆς
4. ῥώμην καὶ τὴν ἐπιτηδειότητα τοῦ χυμοῦ. κατὰ δὲ τὸν αὐτὸν
5. τρόπον καὶ ἡ τρίτη τροφὴ, ἥνπερ δὴ καὶ κυριώτατα
6. λέγομεν τροφὴν, ἡ προστιθεμένη τοῖς τοῦ ζώου μορίοις, ὡς
7. πρὸς τὴν δύναμιν, ἤτοι πλείων ἢ οὐ πλείων εἶναι λεχθήσεται,
8. καὶ ἤτοι πεφθήσεται καλῶς καὶ θρέψει ἢ οὔ. καὶ κατὰ
9. τοῦτο ἤτοι κρατηθήσεται πρὸς αὐτῶν ἢ μὴ κρατουμένη
10. διαφθαρήσεται καὶ νόσον γεννήσει. μία μὲν οὖν ἐξήγησις
11. αὕτη τὸ πλέον ὡς πρὸς τὴν διοικοῦσαν δύναμιν τὰ ζῶα
12. ἀκουόντων ἡμῶν. ἑτέρα δὲ τὸ κατὰ ποιότητα παρὰ φύσιν
13. ἀληθὴς καὶ αὕτη. τρέφεται γὰρ ἕκαστον μόριον ἐξ οἰκείας
14. αὐτῷ τροφῆς, ἣν ὀρθῶς ἂν εἴποιμεν εἶναι κατὰ φύσιν ἑαυτῷ.
15. ἐὰν οὖν ποτε εἰς αὐτὸ παραγίνηται χυμός τις, ἑτέρῳ
16. μὲν μορίῳ κατὰ φύσιν, ἀλλότριος δὲ καὶ παρὰ φύσιν ἐκείνῳ,
17. μοχθηρὸν μὲν τὸ τοιοῦτον, οὐ μὴν πάντως γε καὶ νόσος
1. ἀκολουθήσει, βραχείας αὐτῷ ὑπαρχούσης ποσότητος.
2. ὅπου γὰρ οὐδὲ τὰ διαφθείρειν ἡμῶν τὸ σῶμα δυνάμενα
3. φάρμακα, μανδραγόρας καὶ μήκων, κώνειον, ἄνευ ποσότητος
4. οἷά τε βλάπτειν ἐστὶν, ἦ πού γε τοιοῦτος χυμὸς, ὃς πρὸς
5. τῷ μὴ διαφθείρειν ἔτι καὶ τρέφειν ἕτερα μόρια δύνανται.
6. τὴν ἀρχὴν γὰρ οὐκ ἂν ὠνόμασε τροφὴν αὐτὸν, εἰ μὴ
7. τοιοῦτος ἦν. ὥσπερ οὖν εἰ πνεύματος μέν τι βραχὺ διὰ
8. τοῦ στομάχου κατενεχθὲν εἰς τὴν γαστέρα τύχοι, τῆς δὲ
9. πινομένης ὑγρότητος ὀλίγιστον μὲν εἰς τὸν πνεύμονα διὰ
10. τῆς τραχείας ἀρτηρίας, οὔτ’ ἂν ἡ γαστὴρ, ὅσον ἐπὶ τούτῳ
11. νοσήσῃ, οὔτε ὁ πνεύμων οὕτως ἔχει καὶ ἐπὶ τῆς κατὰ τὰ
12. λοιπὰ μόρια τροφῆς. καὶ μὲν δὴ καὶ τρίτη τις ἐξήγησις
13. εἴρηται πρός τινων ἀκούειν ἡμᾶς ἀξιούντων τὸ παρὰ φύσιν
14. ἀντὶ τοῦ μεγάλως καὶ ὑπερβαλλόντως, ὡς εἰ καὶ οὕτως εἶπεν·
15. ὅκου ἂν τροφὴ πλείων ὑπερβαλλόντως εἰσέλθῃ. τοῦτο
16. νόσον ποιεῖ. τὴν γὰρ ὀλίγον ὑπερβάλλουσαν τοῦ συμμέτρου
17. μηδέπω δύνασθαι νόσον ποιεῖν, ἀλλ’ ἔτι φυλάττειν τὸ σῶμα
1. κατά γε τῆς ὑγιείας πλάτος, ἀληθὲς μὲν οὖν καὶ τοῦτο·
2. χρὴ γὰρ τὴν μέλλουσαν ἐργάσασθαι νόσον τροφὴν, οὐ μικρῷ
3. τινι τῆς ἀκριβοῦς· συμμετρίας ὑπερέχειν. ἀλλ’ οὐκ
4. ἔστιν ἔθος τούτου ἕνεκα διορίζεσθαι τὸν λόγον. εἰώθασι
5. γὰρ αὐτὸ μόνον ἀποφαίνεσθαι τὸ γένος, ἔγκαυσιν ἢ ψύξιν
6. ἢ κόπον, ἀπεψίαν τε καὶ φθορὰν χυμῶν, ὅσα τ’ ἄλλα τοιαῦτα
7. νοσοποιεῖν φάσκοντες, ὡς ἡμῶν ἑκάστῳ τῶν εἰρημένων
8. συνεπινοούντων ἀξιόλογον ποσότητα. κατὰ τὸν αὐτὸν οὖν
9. τρόπον καὶ τὴν πλείονα τροφὴν νοσοποιεῖν λέγουσιν, ἄνευ
10. τοῦ προσθεῖναι τὸ πολλῷ, γινωσκόντων ἡμῶν ὡς ἐὰν δραχμῆς
11. μοῖρα ιε΄ τὸ πλεῖον ἢ τοῦ συμμέτρου νόσον οὐδέπω
12. δύναται κατασκευάζειν, ἀλλὰ πολλαπλασιαζομένη τε καὶ
13. αὕτη ποτε ποιήσει νόσον. ἐκ γὰρ τοῦ γένους ἐστὶ μία τῶν
14. κατεργαζομένων αἰτίων τὰς νόσους. κατὰ ταῦτα μὲν οὖν ἡ
15. τρίτη τῶν ἐξηγήσεων, εἰ καὶ ὅτι μάλιστα ἀληθής ἐστι, περιεργοτέρα
16. μοι δοκεῖ τοῦ τῶν παλαιῶν ἔθους ὑπάρχειν,
17. μετὰ καὶ τοῦ βιαίως ἐξηγήσασθαι τῆς παρὰ φύσιν φωνῆς
1. τὸ σημαινόμενον. ἡ δ’ ἐπὶ τέλει τοῦ ἀφορισμοῦ προσγεγραμμένη
2. λέξις, ἔνθα φησὶ, δηλοῖ δὲ ἡ ἴησις, ἄμεινον ἂν
3. εἶχε μετὰ τοῦ καί συνδέσμου γεγραμμένη κατὰ τόνδε τὸν
4. τρόπον, δηλοῖ δὲ καὶ ἡ ἴησις. οὐ γὰρ δὴ μόνον γε ἡ ἴησις
5. δηλοῖ τὸ τὴν τροφὴν, ἔνθα ἂν εἰσέλθῃ, πλείω νοσοποιεῖν,
6. ἀλλὰ καὶ ἡ τοῦ πράγματος φύσις συνενδείκνυνται συνεπιμαρτυρούσης
7. αὐτῇ καὶ τῆς ἰάσεως. ἐν ἁπάσαις γὰρ ταῖς
8. τέχναις τοῖς καλῶς ἐπινοουμένοις καὶ ἡ ἀπὸ τῆς ἐκβάσεως
9. μαρτυρία προσέρχεται. τίς οὖν ἐστιν αὕτη κατὰ τὸν προκείμενον
10. λόγον; ἡ ἐπὶ ταῖς κενώσεσιν ἴασις τῶν λυπούντων
11. χυμῶν, ἥν τινα καὶ Ἡρόφιλος ἐν τῇ τριχρόνῳ καλουμένη
12. σημειώσει παρέλαβεν. εἰ γάρ τις ἐσθίων μὲν πλείω τῶν
13. συνήθων, ἤτοι δ’ ἴσα τοῖς ἔμπροσθεν ἢ ἐλάσσω γυμναζόμενος,
14. βαρυνθείη τε τὸ σῶμα καὶ σὺν ἐρεύθει καὶ
15. ὄγκῳ τῶν φλεβῶν ἄρξηται πυρέττειν, οὐκ ἂν ἀλόγως τις
16. αὐτὸν ὑπὸ πλήθους νοσῆσαι νομίζῃ. εἰ τοίνυν καὶ κενωθεὶς
17. ὠφεληθείη, βεβαίωσις καὶ παραχρῆμα τῆς περὶ τοῦ
18. πλήθους γενήσεται δόξης, θάρσος τε πρὸς τὸ πάλιν ἐπὶ
1. τῶν αὐτῶν παραγενήσεται ὡσαύτως κενῶσαι, μὴ περιμείνοντας
2. τὴν τῶν ἐμπειρικῶν τήρησιν, ἣν αὐτοὶ τῶν πλειστάκις
3. ἐπὶ τοῖς αὐτοῖς ὡσαύτως ἀποβαινόντων εἶναί φασιν.
4. ἴσως μὲν οὖν καὶ προσέκειτο κατὰ τὸν ἀφορισμὸν ὁ καί
5. σύνδεσμος, εἶτά τίς ὡς περιττὸν ἀφεῖλεν αὐτόν. ἴσως δὲ
6. καὶ ἐξ ἀρχῆς αὐτὸς ὁ Ἱπποκράτης ἁπλῶς ἔγραψε χωρὶς τοῦ
7. καί συνδέσμου, δηλοῖ δὲ ἡ ἴησις, ὡς εἰ καὶ οὕτως εἰρήκει,
8. τοῖς γὰρ προειρημένοις οὕτως ἔχουσιν ὡς εἴρηται, τουτέστι
9. τροφῆς πλείονος παρὰ φύσιν ἐν τῷ σώματι περιεχομένης,
10. ἐπειδὰν κενώσεως προσαχθείσης, ὁ κάμνων ὠφεληθείη, δῆλόν
11. ἐστιν ὡς εἰς νόσον ἥκει διὰ τὸ πλῆθος τῆς τροφῆς. ὅτι
12. δὲ κένωσιν μὲν ἁπλῶς εἴωθε λέγειν ὁ Ἱπποκράτης, ὅταν
13. ὁμοτίμως ἅπαντες οἱ χυμοὶ κενῶνται, κάθαρσιν δὲ ὅταν οἱ
14. μοχθηροὶ κατὰ ποιότητα, μεμνῆσθαι χρὴ, καὶ ὅτι ἡ νῦν
15. ἴασις ὑπὸ κενώσεως, οὐ καθάρσεώς ἐστι γινομένη μαρτυρεῖ
16. τῇ περὶ τοῦ πλήθους δόξῃ. κένωσις δ’ ὁμοτίμως ἁπάντων
17. τῶν χυμῶν ἡ μὲν ἀκριβεστάτη διὰ φλεβοτομίας ἐστὶν
1. ἐγγὺς δ’ αὐτῆς ἥ τε ἀποσχαζομένων τῶν σφυρῶν, ὥσπερ
2. ἡμῖν εὔθισται, καὶ ἡ διὰ γυμνασίων ἢ τρίψεων ἢ λουτρῶν
3. καὶ προσέτι κατὰ συμβεβηκὸς ἡ διὰ ἀσιτίας. κατὰ συμβεβηκὸς
4. δ’ εἶπον, ὅτι μὴ δι’ ἑαυτῆς ἡ ἀσιτία κενοῖ, καθάπερ
5. ἕκαστον τῶν προειρημένων. ἀλλ’ ἡ μὲν κένωσις γίνεται
6. τῷ φυσικῷ τρόπῳ τῆς διαπνοῆς, μηδεμιᾶς δὲ ἀντὶ τῶν
7. κενωθέντων εἰσενεχθείσης τροφῆς, ἐναργῶς τηνικαῦτα φαίνεται
8. ἡ πρότερον λανθάνουσα. ταυτὶ μὲν οὖν αὐτάρκη πρός
9. γε τὴν ἐξήγησιν τοῦ ἀφορισμοῦ. ὅστις δὲ βούλεται τὸν
10. περὶ πλήθους λόγον ἀκριβῶς ἀναλέξασθαι, βιβλίον ἔχει γεγραμμένον
11. ὑφ’ ἡμῶν ἓν ὅλον, ὃ δὴ καὶ περὶ πλήθους ἐπιγέγραπται.
12. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον ἔτι προσθεῖναι
13. τοῖς εἰρημένοις, ὡς ἄρξασθαι μὲν δύναται τὸ πρὸς τὴν δύναμιν
14. πλῆθος, ἄνευ τοῦ διεφθάρθαι, μεῖναι δ’ οὐ δύναται
15. χρηστόν. ἀνάγκη γὰρ πᾶσα μεταβάλλειν αὐτὸ κατὰ ποιότητα,
16. διαφθείρεσθαι τοῦ χρόνου προϊόντος· ἀλλὰ κἂν τοῦτο
17. γένηται, μέχρι τοσούτου πλῆθος αὐτὸ καλέσομεν, μέχρι περ
1. ἂν ἐπὶ τῇ κενώσει τοῦ περιττοῦ τὸ λοιπὸν δύνηται γίνεσθαι
2. χρηστόν. ὁποῖον γὰρ κατὰ τοὺς ὀξυνομένους οἴνους συμβέβηκε,
3. τοιοῦτόν τι καὶ κατὰ τὴν ἀλλοίωσιν τοῦ αἵματος.
4. ἔστι δὲ τὸ συμβαῖνον ἐπὶ τῶν οἴνων τοιόνδε. τελέως μὲν
5. ὀξεῖς γενηθέντες οὐκέτ’ εἰς τὴν τοῦ οἴνου φύσιν ἐπανέρχονται,
6. βραχεῖαν δέ τινα ποιησάμενοι ῥοπὴν ὡς ὀξύνεσθαι
7. μὲν, ὄξος δ’ οὐδέπω γεγονέναι, πολλοὶ πολλάκις ἀνεκτήσαντο
8. τὴν πρότερον φύσιν. οὕτως ἔχει κἀπὶ τοῦ αἵματος· καὶ
9. γὰρ καὶ τοῦτο μεγάλης μὲν τῆς διαφθορᾶς γενομένης
10. οὐκέτ’ ἐπανέρχεται πρὸς τὸ κατὰ φύσιν, ἐπὶ βραχὺ δὲ
11. συμβάσης, ἐπειδὰν τὸ περιττὸν ἀποκενωθῇ τὸ κατάλοιπον
12. ἀνακτᾶται τὴν ἑαυτοῦ φύσιν, καὶ δὴ καὶ καλεῖν ἔθος ἐστὶ
13. τὴν τοιαύτην διάθεσιν οὐ διαφθορὰν, ἀλλὰ πλῆθος,
14. ἐκείνης, ὡς ἔφην, μόνης ὀνομαζομένης διαφθορᾶς, ἥτις ἂν
15. οὕτως ἀξιόλογον ἔχῃ τὴν τὸ παρὰ φύσιν ἐκτροπὴν, ὡς
16. μηκέθ’ ὑπὸ φύσεως δύνασθαι πεττομένης χρηστὸς γίνεσθαι
17. χυμός.