Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 2.18, ed. Kühn, 1827, vol. 17b, p. 484-489. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:2.18


2. Τῶν τρεφόντων ἀθρόως καὶ ταχέως ταχεῖαι καὶ αἱ διαχωρήσιες
3. γίνονται.

5. Ταχέως μὲν τρέφειν ἀκουστέον εἰρῆσθαι πρὸς αὐτοῦ
6. τὰ μετ’ ὀλίγον χρόνον τῆς προσφορᾶς εὐθέως τρέφοντα
7. κατά γε τὴν ἑαυτῶν φύσιν. ἐξετάζεται δ’ αὕτη κατά γε
8. τοὺς ἀμέμπτως ὑγιαίνοντας. ἀθρόως δὲ τὰ μετὰ τὸ ἄρξασθαι
9. τρέφειν ἐν ὀλίγῳ χρόνῳ πᾶσαν τὴν ἐξ αὐτῶν τροφὴν
10. δίδονται τῷ σώματι. τὰ τοιαῦτα οὖν, ὅσον ἐπὶ τοῦτο μόνον
11. τῷ τρέφειν ἀθρόως καὶ διαχωρηθήσεται ταχέως. εἰ
12. δ’ ἤτοι δριμύτης τις αὐτοῖς ἐρεθίζουσα πρὸς ἀπόκρισιν
13. ἢ γλισχρότης ὑπάρχει, δι’ ἣν ἐπὶ πλέον κατέχεται, τὰ μὲν
14. θᾶττον κατὰ τὴν διαχώρησιν ὁρμήσει, τὰ δὲ βραδύτερον.
15. τάχιστα μὲν οὖν καὶ ἀθροώτατα οἶνος τρέφει, βραδύτατα
16. δὲ καὶ κατὰ βραχὺ βόειον κρέας καὶ κοχλίαι καὶ σπόνδυλοι
17. θαλάττιοι καὶ ἀκρίδες καὶ κάραβοι καὶ ἀστακοὶ, καὶ συνελόντι
1. φάναι πάντα τὰ σκληρόσαρκα τῆς αὐτῆς ἐστι τούτοις
2. φύσεως. καὶ σκληροὶ τυροὶ καὶ τὰ τεταριχευμένα τῶν κρέων
3. καὶ φακοὶ καὶ βολβοὶ καὶ τὰ μέχρι τοῦ σκληρωθῆναι τῶν
4. ὠῶν ἀφεψημένα. ταυτὶ γὰρ πάντα μετὰ πολὺν χρόνον τοῦ
5. προσαχθῆναι τρέφει κατὰ βραχύ. σημεῖον δ’ ἔστω σοι τοῦ
6. τρέφειν ἤδη τὸ προσενηγμένον ἐν μὲν τοῖς σφυγμοῖς ἥ τε
7. σφοδρότης καὶ τὸ μέγεθος, ἐν δὲ ταῖς καθ’ ὁρμὴν κινήσεσιν
8. ἡ προστιθεμένη τοῖς τεθραμμένοις ῥώμη. μάλιστα
9. δ’ ἐξετάζειν αὐτὴν προσῆκον ἐπὶ τῶν ἐκλελυμένων διὰ κένωσίν
10. τινα αἰσθητὴν ἢ διὰ κάματον ἢ δι’ ἀσιτίαν. ἐπὶ
11. μὲν οὖν τῶν προειρημένων ἁπάντων αἱ κατὰ τὴν γαστέρα
12. διαχωρήσεις βραδεῖαι γίνονται, τοῦτ’ ἔστι μετὰ πολὺν τῆς
13. προσφορᾶς χρόνον, ἐπὶ δὲ τῶν ἐναντίων ταχεῖαι, μάλιστα δ’
14. ἐναντίος ἁπάντων αὐτοῖς ἐστιν ὁ οἶνος ὡς εἴρηται, τάχιστα
15. τρέφων, ἐφεξῆς δ’ αὐτῷ κατὰ στοῖχον ἄλλα περὶ ὧν ἐρῶ,
16. πρῶτόν γε περὶ τῶν οἴνων αὐτῶν διερχόμενος. οἱ μὲν γὰρ
17. ὑδατώδεις αὐτῶν ἐλαχίστην τροφὴν τῷ σώματι διδόασιν.
18. εἰσὶ δὲ οὗτοι λευκοὶ μὲν τὴν χρόαν, λεπτοὶ δὲ τὴν σύστασιν, 
1. οἱ δὲ παχεῖς καὶ κιῤῥοὶ πολὺ μὲν πλείονα
2. τὴν τροφὴν τούτων διδόασι τῷ σώματι, ἀπολείπονται δὲ
3. τῶν μελάνων ἐς τοσοῦτον τροφῆς, ὅσον πλεονεκτοῦσιν εἰς
4. τὸ ταχέως καὶ ἀθρόως τρέφειν. ὅσοι δὲ λευκοὶ μὲν, ἀλλὰ
5. παχεῖς εἰσιν ἀτροφώτεροι μὲν τοσοῦτον ὑπάρχουσιν, τροφιμώτεροι
6. δὲ τῶν λεπτῶν τε καὶ λευκῶν, ἀλλ’ οὔτε ταχέως
7. οὔτε ἀθρόως τρέφουσιν. εἰς ὅσον δὲ ἐν τούτοις διαφέρουσιν,
8. εἰς τοσοῦτον καὶ κατὰ τὴν διαχώρησιν. οἱ μὲν γὰρ
9. ὑδατώδεις κατ’ οὖρα διαχωροῦσι τάχιστα, διὰ τὸ φθάνειν
10. τάχιστα σχεδὸν ἀναλαμβάνεσθαι ὅλοι, τῶν δ’ ἄλλων πάντων
11. ὅσον ὑπέρχεταί τι κατὰ τὴν γαστέρα σαφὲς, ἀνάλογον
12. τῷ χρόνῳ τῆς θρέψεως ἔχει τὴν διαχώρησιν. οὕτω δὲ
13. κἀπὶ τῶν ἄλλων ἁπάντων συμβέβηκεν. ὁ μὲν γὰρ τῆς πτισάνης
14. χυλὸς οὐ μετὰ πολὺν χρόνον τῆς προσφορᾶς φαίνεται
15. τρέφων, οὐ μὴν πολλὴν τροφὴν διδοὺς τῷ σώματι καὶ
16. ταύτην ἐν ὀλίγῳ χρόνῳ παρέχων ἀθρόαν. ὁ χόνδρος δὲ
17. οὔτ’ ὀλίγην οὔτ’ ἀθρόαν, ἀλλ’ ἐν πολλῷ τε χρόνῳ καὶ πολλὴν
18. παρέχει τροφήν. ὡσαύτως δὲ δηλονότι προσήκει τῇ
1. συστάσει ἔχειν τὰ παραβαλλόμενα καὶ μὴ τὸ μὲν ἀκριβῶς
2. εἶναι ὑγρὸν, τὸ δὲ ἄκρως ξηρόν. ἐπὶ μὲν οὖν τῆς πτισάνης
3. καὶ χόνδρου καὶ πάντων τῶν τοιούτων, ὅσα σκευάζουσιν
4. ἐκ κέγχρων ἢ κυάμων, ἤ τινων ἄλλων καρπῶν; ὁμοίως ἐχέτω
5. τὰ παραβαλλόμενα, κατὰ τὸ ποιὸν τῆς συστάσεως. ἐπὶ δὲ
6. τῶν κρεῶν ἰδία μὲν ἡ σύστασις ἑκάστου. παραβάλλεσθαι
7. δὲ αὐτὰ χρὴ κατὰ τὸ ποιὸν τῆς σκευασίας ἢ ὠπτωμένων
8. ἀμφοῖν ἢ ἑψημένων ὡσαύτως. ἀφαιρείσθωσαν δὲ κατὰ τὴν
9. σκευασίαν καὶ οἱ δακνώδεις χυμοὶ, καθάπερ ἐπὶ κράμβης
10. τε καὶ ὀσπρίων, εἰ μέλλεις ἀκριβῆ βάσανον αὐτῆς τῆς τρεφούσης
11. οὐσίας λαβεῖν. ἡ δ’ ἀφαίρεσις τῶν χυμῶν ἐκ τοῦ
12. μετατίθεσθαι κατὰ τὴν ἕψησιν εἰς ἕτερον ὕδωρ ἐξ ἑτέρου
13. γίγνεται. ἐὰν οὖν ἅπαντα ταῦτα διορισάμενος ἐξετάσῃς
14. ἀκριβῶς, εὑρήσεις ὅσα μὲν ὀλίγῳ χρόνῳ τρέφει, τοῦτο δέ
15. ἐστι τὸ ἀθρόως καὶ μετ’ ὀλίγον χρόνον τῆς προσφορᾶς,
16. τοῦτο γάρ ἐστι τὸ ταχέως, τούτων καὶ τὴν διαχώρησιν ἐν
17. τάχει γινομένην, ὅταν γε ὡσαύτως ἔχουσιν ἀνθρώποις δίδοται.
1. καὶ γὰρ καὶ τοῦτο ἐπὶ πάντων τοιούτων χρὴ προσδιορίσασθαι.
2. τὰ δ’ ἐναντίως ἔχοντα βραδέως ὑποχωρεῖν. τὴν
3. δ’ αἰτίαν τῶν γινομένων μάθοις ἂν ἐκ τῶν ἀποδεδειγμένων ἐν
4. τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. ἡ γάρ τοι γαστὴρ
5. ἀπολαύειν ἐνεδείκνυτο τῶν σιτίων αὐτὴ πρώτως τὸν
6. οἰκεῖον ἐξ αὐτῶν ἕλκουσα χυμὸν, ἐναποτιθεμένη τε τοῖς
7. ἑαυτῆς χιτῶσιν, εἶτ’ ἐπειδὰν τούτου κορεσθῇ, τηνικαῦτα
8. ἐκπέμπειν αὐτὰ πρὸς τὴν διαχώρησιν. ἐν τούτῳ δὲ τῷ
9. χρόνῳ καὶ τὸ ἧπαρ ἐκ τῶν σιτίων ἕλκειν ἐδείκνυτο, ἐπειδὰν
10. ἐνδεῶς ἔχῃ τροφῆς. εἰ δὲ μὴ, χρήσεται τῇ προϋπαρχούσῃ.
11. κατὰ δὲ τὸν αὐτὸν λόγον ἕλκειν αὖθις ἐκ τοῦ ἥπατος ὅλον
12. τὸ σῶμα, καθ’ ὃν ἂν χρόνον καὶ τοῦτο ἀπορεῖ τροφῆς.
13. ὅθεν ἐφ’ ὧν ὅλον τὸ σῶμα κενόν ἐστι, μάλιστα ἄν τις λάβῃ
14. τὴν πεῖραν τῶν ἀθρόως τε καὶ ταχέως τρεφόντων, οἷσπερ,
15. ὡς ἔφαμεν, ὑπάρχει καὶ τὸ πρὸς τὴν διαχώρησιν ἰέναι θᾶττον,
16. ὅσον ἐπὶ τῷδε. τινὲς μέντοι τὴν ἐξ ὅλου τοῦ σώματος
17. ἔφασαν κένωσιν εἰρῆσθαι διαχώρησιν, ἵνα ταυτὸν ᾖ
18. τὸ νῦν διδασκόμενον τῷ λελεγμένῳ κατὰ τὸ περὶ τροφῆς
1. βιβλίον, ἔνθα φησίν· ἡ δυσαλλοίωτος δυσεξανάλωτος, ἡ εὐπρόσθετος
2. εὐεξανάλωτος, ὅπερ ἀληθέστατον μέν ἐστιν, οὐ
3. μὴν οἰκείως ἀκούσεσθαί τε δοκεῖ τῇ τῆς διαχωρήσεως προσηγορίᾳ.
4. λέγεται γὰρ αὐτὴ μᾶλλον ἐπὶ τῆς κατὰ γαστέρα
5. μόνον, δυνατόν γε μὴν κἀπὶ τῶν καθ’ ὅλον ἀκούειν αὐτὴν
6. τὸ σῶμα. διαφέρει γὰρ ἢ ὑποχώρησιν ἢ διαχώρησιν εἰπεῖν.
7. ἡ μὲν οὖν ὑποχώρησις ἐπὶ τῶν κατὰ τὴν γαστέρα
8. μόνον λέγεται, κοινὸν δ’ ἀμφοῖν τὸ τῆς διαχωρήσεως ὑπάρχειν
9. ἐγχωρεῖ ὄνομα. τὰ μὲν οὖν χοίρεια κρέα καὶ ὅσα γλίσχρους
10. καὶ παχεῖς ἔχει τοὺς χυμοὺς, ἐν χρόνῳ ποιεῖται
11. τὴν ἐξ ὅλου τοῦ σώματος διαπνοήν· λάχανα δὲ καὶ τῶν
12. ἰχθύων οἱ πετραῖοι καὶ ἁπλῶς ὅσα λεπτὸν ἔχει τὸν ἀναδιδόμενον
13. χυμὸν, ἐν μὲν τῷ τάχει τῆς ἀναδόσεως καὶ τῆς
14. προσθέσεως πλεονεκτεῖ, μόνιμον δ’ οὐκ ἔχει τὴν φύσιν,
15. ἀλλὰ διαπνεῖται ῥᾳδίως.

Cliquer un n° de page pour en afficher l’image