2. Τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προσαγορεύσιες
3. οὔτε τοῦ θανάτου οὔτε τῆς ὑγείας.
5. Τὰ ὀξέα νοσήματα πρὸς τὸ κρίνεσθαι ταχέως εὐθέως
6. καὶ μέγεθος ἔχει· τοὺς γὰρ ἐφημέρους πυρετοὺς καίτοι
7. ταχέως παυομένους οὐ καλοῦσιν ὀξέα νοσήματα. διττὴ δέ
8. ἐστιν ἡ τῶν ὀξέων νοσημάτων φύσις· ἢ γὰρ ἐπὶ χυμοῖς μόνοις
9. θερμοῖς οὐδένα τόπον ἐγκατειληφόσιν, ἀλλ’ ὁμοτίμως
10. ἐν ἅπασι τοῦ ζώου τοῖς μέρεσι γίγνεσθαι πεφυκόσιν ἢ τόπου
11. τινὸς πεπονθότος, ὡς ἐν πλευρίτιδι καὶ περιπνευμονίᾳ
12. καὶ κυνάγχῃ. καὶ οἵ γε πυρετοὶ τοὐπίπαν οἷον συνεχεῖς
13. εἰσιν ἐν τοῖς ὀξέσι νοσήμασι. σπάνια γὰρ τὰ χωρὶς πυρετῶν,
14. ὁποία ἐστὶ καὶ ἡ ἀποπληξία. τὰ δὲ χρόνια νοσήματα
15. διὰ χυμοὺς γίνεται παχεῖς καὶ γλίσχρους καὶ ψυχροὺς, οὔτε
16. πεφθῆναι ῥᾳδίως δυναμένους, ἐμπλαττομένους τε καὶ σφηνουμένους
17. ἐν τοῖς πεπονθόσι μορίοις, ὥστε καὶ σκιῤῥώδεις
1. αὐτῶν μᾶλλον ἢ φλεγμονώδεις εἶναι τὰς διαθέσεις. ὀλίγα
2. δ’ ἐξ αὐτῶν γίγνεται τὰ κατὰ συμπάθειαν καὶ χωρὶς τόπου
3. πεπονθότος, ἐν οἷς ὁμοτίμως ἁπασῶν τῶν φλεβῶν, ἤτοι μελαγχολικοὺς
4. ἢ φλεγματώδεις χυμοὺς ἐχουσῶν σηπομένους.
5. ἐπὶ μὲν τούτων ἁπάντων ἔοικεν ὁ Ἱπποκράτης θαῤῥεῖν
6. ταῖς προγνώσεσιν, ἐπὶ δὲ τῶν ὀξέων οὐχ ἁπάντων, ἀλλ’
7. ἔστιν ὅτε καὶ διαμαρτάνεσθαι τὴν πρόγνωσιν ὁμολογεῖ. τοιοῦτον
8. γάρ ἐστι τὸ οὐ πάμπαν, ἀπόφασις ὄν. τὸ γὰρ οὐ
9. πάμπαν τῷ οὐ παντελῶς ταὐτὸν σημαίνει. καὶ ἔστι τὸ
10. οὐ πάμπαν ἴσον τῷ οὐκ ἐπὶ πάντων, ὅπερ ὅταν ὀλίγα τῶν
11. πάντων ἐξαιρῶσιν ὀνομάζειν εἰώθασιν. οἷον οὐ πάντες ἄνθρωποι
12. κακοί. δηλοῖ γὰρ ὁ τοῦτ’ εἰπὼν ὀλιγοστοὺς εἶναι
13. τοὺς ἀγαθοὺς. οὕτω γοῦν καὶ νῦν ὁ Ἱπποκράτης
14. ἐμφαίνει λέγων, οὐ πάμπαν ἀσφαλεῖς εἶναι τὰς προσαγορεύσεις
15. ἐπὶ τῶν ὀξέων ὡς ὀλιγάκις ποτὲ καὶ σφαλλομένου
16. τοῦ ἀρίστου ἰατροῦ. συμβαίνει δ’ αὐτὸ τοῦτο διά τε τὴν
17. ὀξύῤῥοπον ἐν κρίσει μεταβολὴν, ἥτις ἕπεται τῶν ἐργαζομένων
1. αὐτὰ χυμῶν τῇ φύσει καὶ διὰ τὸ μεταῤῥεῖν ἐνίοτε τὸν
2. λυποῦντα χυμὸν ἐξ ἑτέρων εἰς ἕτερα.