2. Ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν.
4. Ἐὰν ἐφεξῆς ἀλλήλων εἴπωμεν ἀμφοτέρους τοὺς ἀφορισμοὺς,
5. τοῦτόν τε καὶ τὸν προειρημένον, ὅλος ὁ λόγος γενήσεται τοιοῦτος·
6. ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιεῖ, θανάσιμον, ἢν δ’ ὕπνος ὠφελέῃ,
7. οὐ θανάσιμον. ὅκου γοῦν παραφροσύνην ὕπνος παύει, ἀγαθόν.
8. ἵνα δ’ οἶον παράδειγμά τι τῶν κατὰ μέρος ἓν ἐπιφέρηται
9. τῷ προειρημένῳ λόγῳ τῷ καθόλου, ὡς εἰ καὶ οὕτως εἶπεν·
10. ὅκου ὀδύνην ὕπνος παύει ἀγαθόν. ὅκου πυρετὸν ὕπνος,
11. ἀγαθόν. ἀλλ’ ἠρκέσθη τὸ κινδυνωδέστερον εἰπεῖν, νόσημα
12. μόνον. ἐναργέστερον γὰρ ἡ τῶν καθόλου λόγων ἀλήθεια
13. διὰ τῶν τοιούτων ἐπιδείκνυται παραδειγμάτων.