5. Ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν
6. ἀπογηράσκουσι ξηραίνονται. ὁκόσοισι δὲ νέοισιν ἐοῦσιν
7. αἱ κοιλίαι ξηραὶ εἰσι, τουτέοισιν ἀπογηράσκουσιν
8. ὑγραίνονται.
10. Ὅτι μὲν ὡς τὸ πολὺ τοῦτο γίνεται καὶ οὐ διὰ παντὸς
11. ἐδήλωσεν αὐτὸς ἐν τοῖς κατωτέρω γράψας τόνδε τὸν ἀφορισμὸν,
12. ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι νέοι μὲν ἐόντες
13. βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, εἰς δὲ τὸ γῆρος
14. χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ ὡς ἐπὶ πολὺ τοῖσιν
15. ἀπογηράσκουσιν. ἀκουστέον δέ ἐστι ξηρᾶς καὶ ὑγρᾶς κοιλίας
16. οὐχ ἁπλῶς, ἀλλ’ ἐπὶ τοῖς αὐτοῖς διαιτήμασιν. εἰ γάρ
1. τις ἐν μὲν τῇ νεότητι τῇ τῶν Ἀλεξανδρέων χρῆται διαίτῃ,
2. ταρίχη τε καὶ πράσα ἐσθίων, ἐπιπίνων τε ζυθὸν, ἐν δὲ τῷ
3. γήρᾳ μηδὲν τούτων προσφέρηται, φακὴν δὲ ἐσθίει καὶ οἶνον
4. αὐστηρὸν ἔτι πίνει, πῶς ἂν φαίημεν ὑπηλλάχθαι τούτῳ
5. τὰ διαχωρήματα τῷ λόγῳ τῆς ἡλικίας; οὕτω δὲ καὶ ὁ
6. μὲν κατὰ τὴν νεότητα φακὴν ἐσθίων καὶ μέσπιλα καὶ οἶνον
7. αὐστηρὸν πίνων, ἐπὶ δὲ τοῦ γήρως τῇ τῶν Ἀλεξανδρέων
8. χρώμενος διαίτῃ, συμμεταβάλλει ταῖς διαίταις τὴν κατὰ
9. τὴν διαχώρησιν, οὐκ ὀρθῶς ποιησόμεθα κρίσιν. ἀλλ’ ὅταν
10. ἁπάντων τῶν ἄλλων, οὐ μόνον τῶν κατὰ τὴν τροφὴν, ὁμοίως
11. πραττομένων ὑπηλλάχθαι τὰ κατὰ τὰς διαχωρήσεις, ἡ κρίσις
12. ὀρθὴ γενήσεται τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων· ὑπαλλαχθήσεται
13. δὲ τὰ κατὰ τὰς διαχωρήσεις, ὅσον ἐπὶ τῇ φύσει
14. τῶν ἡλικιῶν κατὰ τὰς ἐν τῷ σώματι διαθέσεις ἀλλαττομένας,
15. ὑφ’ ὧν ἡ γαστὴρ ὑγροτέρα τε καὶ ξηροτέρα γίνεται.
16. τίνες δέ εἰσιν αὗται τῶν ἐζητημένων ἐστὶ καὶ οὕτω
17. γε μακρὸν ἔσεσθαί μοι νομίζω τὸν λόγον, εἰ σὺν ταῖς οἰκείαις
18. ἀποδείξεσι γράφειν αὐτὸν ἐπιχειρήσαιμι, ὥσθ’ ἑνὸς
1. ὅλου δεήσεσθαι βιβλίου. τοῦτο μὲν οὖν αὖθις ἔσται ποτὲ,
2. νῦν δὲ διὰ βραχέων ἐρῶ τὰ κεφάλαια, συγχρησάμενος οἷς
3. ἔν γε τοῖς τῶν φυσικῶν δυνάμεων ἀπέδειξα ὑπομνήμασι καὶ
4. τοῖς τῶν συμπτωμάτων αἰτίοις· ὑγροτέρα τοῦ συμμέτρου
5. γίνεται ἡ γαστὴρ, ὅταν ἡ χυλωθεῖσα τροφὴ κατ’ αὐτὴν
6. ἐνδεέτερον ἀναδίδοται, ξηροτέρα δὲ πάλιν τῆς κατ’
7. αὐτὴν ὑγρότητος ἁπάσης εἰς τὸ ἧπαρ ἀναφερομένης. ἀλλὰ
8. τὸ μὲν ἐνδεέστερον ἀναδίδοσθαι γίνεται μέν ποτε πλείονα
9. τροφὴν λαμβανόντων ἢ ὅσης δεῖται τὸ ἧπαρ, ἔστι δ’ ὅτε
10. θᾶττον ἐπὶ τὴν διαχώρησιν ἰούσης αὐτῆς. τῆς μὲν γὰρ
11. πλείονος ἀπολείπεται τὸ περιττὸν, ἐπειδὰν ἑλκύσει τὸ ἧπαρ,
12. ὅσης δεῖται. τῆς δὲ ταχέως διεξιούσης οὐ φθάνει τοσοῦτον
13. ἕλκειν τὸ ἧπαρ ὅσου δεῖται. θᾶττον δὲ ὑπέρχεται τὰ
14. διαχωρούμενα, ποτὲ μὲν διὰ τὸ πλῆθος τῆς καταῤῥεούσης
15. εἰς τὴν γαστέρα χολῆς ἐρεθιζούσης αὐτὴν εἰς ἀπόκρισιν,
16. ἐνίοτε δὲ τῆς μὲν ἐν αὐτῇ τῇ γαστρὶ καθεκτικῆς δυνάμεως,
17. ἀῤῥωστοτέρας γινομένης, τῆς δὲ ἀποκριτικῆς ἐν ταύτῃ γε
18. καὶ τοῖς ἐντέροις ἰσχυρᾶς ὑπαρχούσης. πλειόνων μὲν οὖν
1. ὀρεγόμεθα τοῦ στόματος τῆς γαστρὸς, ἐνταῦθα γὰρ μάλιστα
2. ἡ ὄρεξίς ἐστι, ψυχροτέρου τὴν κρᾶσιν ὑπάρχοντος.
3. οὕτω δὲ καὶ τὸ ἧπαρ ἧττον ἕλκει διὰ ψυχρότητα· τὴν δὲ
4. καθεκτικὴν ἡ γαστὴρ δύναμιν ἀσθενεστέραν ἔχει δι’ ὑγρότητα,
5. καθάπερ δὴ καὶ τὴν προωστικὴν ἰσχυροτέραν διὰ
6. ξηρότητα. γερόντων οὖν ἐπειδὰν ψυχρότερον γένηται τὸ
7. σῶμα, τὴν ἐν τῷ στόματι τῆς κοιλίας ὑγρότητα συμβαίνει
8. γίνεσθαι ψυχρὰν ἐς τοσοῦτον, ὡς μεταπίπτειν εἰς ἀνορεξίαν,
9. καὶ οὕτω ξηραίνεσθαι τὴν διαχώρησιν, ἐνδείᾳ τῶν προσφερομένων,
10. ὡς πρὸς τὴν ἀνάδοσιν. οὕτω δὲ καὶ ὅσοι διὰ τὸ
11. πλῆθος ἢ τὴν φύσιν τοῦ πικροχόλου χυμοῦ τὴν κοιλίαν
12. ὑγραίνονται, πρὸς τοὐναντίον μεταπίπτουσι, μηκέτι ἐν τῷ
13. γήρᾳ τοῦ τοιούτου χυμοῦ πολλοῦ γενομένου. τοῖς μέντοι δι’
14. ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως ὑγραινομένοις τὴν κοιλίαν
15. οὐχ ἅπασιν ἡ μετάπτωσις ἔσται, ἀλλὰ παρὰ τὸ ποσὸν
16. τῆς συνεζευγμένης αὐτῇ θερμασίας. εἰ μὲν γὰρ εὐθὺς ἐξ
17. ἀρχῆς εἴη ψυχροτέρα τὴν κρᾶσιν ἡ γαστὴρ, εἰς ἀμετρίαν
1. τῆς κατὰ ψυχρότητα δυσκρασίας ἐν τῷ γήρᾳ παραγινομένη
2. τὴν καθεκτικὴν δύναμιν ὁμοίως ἄῤῥωστον ἕξει, διὰ τὸ πᾶσαν
3. ἄμετρον δυσκρασίαν ἐκλύειν τὰς ἐνεργείας. εἰ δ’ ἀκριβῶς
4. εἴη θερμὴ μέχρι πλείστου τῆς ἡλικίας ἰσχυρὰν ἔξει τὴν
5. καθεκτικὴν ἐνέργειαν, ὡς ἂν μηδ’ ἑτέραν ἔχουσα τῶν δυσκρασιῶν
6. ἀκριβῶς, μηδὲ τὴν κατὰ ξηρότητα, φύσει γὰρ ἦν
7. ὑγροτέρα πάντως· ἢ οὐκ ἂν ἄῤῥωστον εἶχε τὴν καθεκτικὴν
8. δύναμιν μήτε κατὰ θερμότητα. τοῦτο γὰρ ὑπέκειτο. δῆλον
9. οὖν ὡς ὀλίγου δεῖν ἅπασιν, οἷς ὑγρότεραι φύσεις γαστρός
10. εἰσιν, εἰς τοὐναντίον ἡ μετάπτωσις γίνεται γηράσκουσιν.
11. οἷς δὲ ξηρότεραι, τούτοις ὑγρότεραι γενήσονται γηρῶσι, διὰ
12. τὰς ἐναντίας κράσεις· ἤτοι γὰρ ὅταν ἐλάττονα τροφὴν
13. προσφέρωνται τῆς κατὰ τὸ ἧπαρ δυνάμεως ἢ δι’ ἐξίκμασιν
14. ἢ τὸ συῤῥέειν τῆς χολῆς εἰς τὴν κοιλίαν ὀλίγον ἢ δι’ εὐρωστίαν
15. τῆς καθεκτικῆς δυνάμεως ἡ διαχώρησις ἔσται ξηροτέρα.
16. τούτων δὲ τὸ μὲν ἧττον ὀρέγεσθαι καὶ θᾶττον
17. ἐμπίπλασθαι διὰ τὴν θερμότητα γίνεται τῶν ὀρεκτικῶν μορίων.
1. τὸ δ’ ἐξικμάζεσθαι τὴν τροφὴν ἤτοι συμμέτρως
2. ἔχοντος ἐν τῇ κράσει τοῦ ἥπατος ἢ καὶ βραχεῖ τινί θερμοτέρου
3. τὴν κράσιν ὑπάρχοντος. τὸ δ’ ὀλίγην συῤῥεῖν
4. εἰς τὴν γαστέρα χολὴν, ὡς ἂν δηλονότι καὶ γενομένης
5. ὀλίγης, ἐπὶ τῇ ψυχρότητι τοῦ σπλάγχνου συμβαίνει. ῥωμαλέα
6. δ’ ἡ καθεκτικὴ δύναμις γίνεται τοῖς νέοις ἐπὶ τὸ ξηρότερον
7. τῇ κράσει ῥέπουσιν. εἰκότως οὖν γερόντων ἁπάντων
8. τῶν προειρημένων εἰς τἀναντία μετάπτωσις ἔσται. οἵ τε
9. γὰρ ἀνόρεκτοι διὰ θερμότητα προηκούσης τῆς ἡλικίας
10. ὀρεχθήσονται πλειόνων ἢ ὅσων δύναται κρατήσειν τὸ ἧπαρ.
11. ὅσοις τε διὰ ξηρότητα σύμφυτον ἡ καθεκτικὴ δύναμις ἦν
12. ἰσχυροτέρα, τούτοις γηρῶσιν ἀῤῥωστοτέρα γενήσεται τῇ
13. τῆς ξηρότητος ἀμετρίᾳ. καὶ διὰ τοῦθ’ ἡ διαχώρησις ὑγρανθήσεται,
14. τῷ ταχύνειν τὴν διέξοδον τῶν σιτίων. ὅσοις δὲ
15. διὰ τὴν ἔνδειαν τῆς χολῆς ἡ διαχώρησις βραδύνουσα, τῷ
16. πολυχρονίῳ τῆς διεξόδου τὸ πολὺ τῆς ὑγρότητος ἐξικμάζεται,
17. δυνατὸν μὲν ἔτι μεῖναι αὐτὴν διάθεσιν. ἐγχωρεῖ δὲ
18. καὶ διὰ ψύξιν ἄμετρον τοῦ ἥπατος εἰς ἀῤῥωστίαν ἱκανὴν
1. τῆς ἀναδόσεως ἀφικομένης ὑγρὰ γίνεσθαι τὰ διαχωρήματα.
2. ταῦτ’ ἐν τῷ παρόντι περὶ τῆς αἰτίας εἰρήσθω μοι τῶν ἐν
3. ταῖς ἡλικίαις μεταβολῶν, ὅσα ἴσχουσι διὰ ξηρότητα καὶ
4. ὑγρότητα γαστρὸς, ἀσαφῆ διὰ βραχυλογίαν ἐσόμενα τοῖς μὴ
5. προγεγυμνασμένοις ἐν οἶς ὑπομνήμασιν· ἀλλ’ ὕστερόν ποτε
6. δι’ ἑνὸς ὅλου βιβλίου σαφέστερον ὑπὲρ τῶν αὐτῶν εἰρήσεται.
7. πρὸς μέντοι τὴν ἐν τῇ τέχνῃ χρείαν ἱκανὸν καὶ τοῦτο
8. μόνον ἐπίστασθαι, τὸ πρὸς Ἱπποκράτους εἰρημένον ἄνευ
9. τοῦ προσκεῖσθαι τὴν αἰτίαν.