12. Λιμὸν θώρηξις λύει.
14. Θώρηξιν οἴνου πόσιν αὐτὸς εἴωθεν ὀνομάζειν. ἐν γοῦν
15. τῷ περὶ φύσεως ἀνθρώπου καὶ διαίτης ὧδέ πως ἔγραψε·
16. φανερὸν γὰρ δὴ ὅτι τὰ διαιτήματα ἑκάστου ἡμῶν οὐκ αἴτιά
17. ἐστιν. ὅτι δ’ ἅπτεται πάντων ἡ νοῦσος ἑξῆς καὶ τῶν
1. νεωτέρων καὶ πρεσβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν, ὁμοίως
2. καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων. ἐκ τοῦ
3. τοίνυν ἀντιθεῖναι τοῖς ὑδροποτέουσι τοὺς θωρησσομένους
4. ἐδήλωσεν, ὅτι τοὺς οἰνοποτοῦντας ὀνομάζει θωρησσομένους,
5. ὥστε καὶ θώρηξις ἡ τοῦ οἴνου πόσις ὑπ’ αὐτοῦ λέγεται,
6. ταύτην οὖν φησι λύειν λιμὸν, οὐ μὰ Δία ἅπασαν ἔνδειαν
7. ὀνομάζων λιμὸν, ὥς τινες ὑπολαμβάνουσιν. οὐ μὴν οὐδὲ
8. τὴν μετ’ ὀρέξεως, ἀλλὰ τὴν ἐπ’ αὐτῶν δὴ τοῦτο πάθημα
9. ἐχόντων ὄρεξιν σφοδρὰν καὶ ἄπαυστον σιτίων, ἣν ἔνιοι τῶν
10. ἰατρῶν ὀνομάζουσι κυνώδη. τούτου γάρ τοι τοῦ λιμοῦ ἡ
11. τοῦ οἴνου θώρηξις ἴαμά ἐστιν, οὐχ ὅστις ἂν ἤτοι διὰ μακρὰν
12. ἀσιτίαν ἢ ῥύσιν γαστρὸς ἢ αἱμοῤῥαγίαν ἤ τινα ἑτέραν
13. κένωσιν ᾖ γεγενημένος. οἱ μέντοι διά τι τῶν τοιούτων
14. ἐνδεεῖς οὐχ ὅπως ἀγαθόν τι τῆς οἰνοποσίας ἀπολαύουσι,
15. ἀλλὰ καὶ μέγιστα βλάπτονται, σπασμοῖς καὶ παραφροσύναις
16. ἁλισκόμενοι διὰ ταχέων, εἰ πρὸ τοῦ σιτία προσενέγκασθαι
17. θωρηχθεῖεν. οἶς δέ ἐστι πάθος ὁ λιμὸς, ἴαμα
18. τούτοις ἐστὶν ἡ τοῦ οἴνου πόσις, οὐ τροφῆς πλῆθος. ἐγὼ
1. γοῦν οὕτως ἰασάμην ἐνίους τῶν ἀπαύστως λιμωττόντων,
2. οἶνον πίνειν διδοὺς δαψιλῆ τῶν ἱκανῶς θερμαινόντων. οὐ
3. γὰρ δὴ οἱ στρυφνοὶ τῶν οἴνων ἰῶνται τὸν τοιοῦτον λιμὸν,
4. ὅτι μηδὲ θερμαίνουσιν. ἀλλ’ ὅσοι γε κιῤῥοὶ τὴν χρόαν ἢ
5. ἐρυθροὶ χωρὶς τοῦ στύφειν, οὗτοι μέγιστον ἴαμα τῶν τὴν
6. κυνώδη καλουμένην ὄρεξιν ἐχόντων εἰσί. χρὴ γὰρ αὐτοῖς
7. ὅταν ἐπὶ τὸ ἄριστον ἀφίκωνται, πρῶτον μὲν διδόναι λιπαρὰ
8. καὶ ὡς ἂν εἴπῃ τις ἐλαιώδη τῶν ἐδεσμάτων καὶ τἄλλα δὲ
9. πάντα, ἃ δι’ ἐλαίου πολλοῦ σκευάζονται. μάλιστα δὲ μηδὲν
10. αὐστηρὸν ἢ στρυφνὸν ἔστω. μετὰ δὲ ταῦτα τῶν εἰρημένων
11. οἴνων τινὰ, κἂν μηδέπω διψῶσι, κελεύειν προσφέρεσθαι.
12. πραΰνεται μὲν γὰρ αὐτοῖς εὐθέως ὁ λιμὸς ἐπὶ τῇ τοιαύτῃ
13. διαίτῃ. ἐν πλείονι δὲ χρόνῳ πραττόντων οὕτω παύεται.
14. καί μοι δοκεῖ τοῦτο μᾶλλον ὁ Ἱπποκράτης ἐνδείκνυσθαι
15. κατὰ τὸν προκείμενον ἀφορισμόν. ἐπειδὴ γὰρ αἱ κυνώδεις
16. ὀρέξεις ἤτοι διὰ δυσκρασίαν μόνην τὴν ἐπὶ τὸ ψυχρότερον
17. ἢ διά τινας χυμοὺς ὀξεῖς γίνεσθαι πεφύκασιν ἐναποθέντας
18. εἰς αὐτὸ τὸ στόμα τῆς γαστρὸς, ἄμφω δ’ ἰᾶσθαι ταῦτα
1. πέφυκεν ὁ εἰρημένος οἶνος, εἰκότως παύει τὰς κυνώδεις ὀρέξεις.
2. ὅσοι δ’ ἡγοῦνται τὸν καλούμενον βούλιμον εἰρῆσθαι
3. λιμὸν νῦν ὑφ’ Ἱπποκράτους, ἀλογώτερόν μοι δοκοῦσιν
4. ἀκούειν τοῦ λόγου, πρῶτον μὲν ἀντὶ γενικοῦ τε καὶ καθόλου
5. ποιοῦντες εἰδικόν τε καὶ κατὰ μέρος, εἶτα καὶ ψευδόμενοι.
6. κατάπτωσις γάρ ἐστι δυνάμεως ὑπὸ τῆς ἔξωθεν
7. ψύξεως ὁ βούλιμος, ἀρξάμενος μὲν ἀπὸ πείνης, οὐκ ἔτι δ’
8. ἔχων αὐτὴν συνοῦσαν.