Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 2.22, ed. Kühn, 1827, vol. 17b, p. 501-505. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:2.22


11. Ἀπὸ πλησμονῆς ὁκόσα ἂν νοσήματα γένηται, κένωσις ἰῆται
12. καὶ ὁκόσα ἀπὸ κενώσιος πλησμονὴ καὶ τῶν ἄλλων
13. ἡ ὑπεναντίωσις.

15. Οὐκ εἴ τι γινόμενον ὑπὸ πλησμονῆς οὐδὲ οὐκέτι οὔσης
16. αὐτῆς, εἴ τι μένοι, τοῦτο ἰάσεται κένωσις. ἀλλ’ ὅσα κατὰ
17. τὸν αὐτὸν γίνεται χρόνον ἐπιχειροῦμεν ἰᾶσθαι, κενώσεως
1. χρῄζει. ὅτι μὲν οὖν πλῆθος ἐργάζεται νόσον ἔμπροσθεν
2. εἴρηται, ὅτι δὲ ἡ ἴασις αὐτοῦ κένωσίς ἐστιν οὐδὲ λόγου
3. δεῖται, καθάπερ οὐδ’ ὅτι πάντων τῶν ποιούντων τὰς νόσους
4. ἡ ἐναντίωσις. οὐδὲ γὰρ ἐπινοῆσαι δυνατὸν ἄλλο τι παρὰ
5. τοὐναντίον τῶν ποιούντων τὰς νόσους αἰτίων, ὡς
6. ἐπί γε τῶν νόσων αὐτῶν ἤδη γεγενημένων αὖθις ἐπισκεψόμεθα,
7. καθάπερ γε κἀπὶ τῶν ἐξ ἀνάγκης ἑπομένων αὐτοῖς
8. συμπτωμάτων. ἀλλὰ νῦν γε περὶ τῶν ἔτι γινομένων ὁ λόγος
9. ἐστὶ νοσημάτων. εὔδηλον οὖν ὡς ἅμα τοῖς ποιοῦσιν
10. αἰτίοις ἀναιρουμένοις ἀναγκαῖόν ἐστι καὶ αὐτὰ συναναιρεῖσθαι.
11. τῶν ποιούντων δ’ αἰτίων ἡ ἀναίρεσις ἀπὸ τῶν ἐναντίων
12. γίνεται. εἰ μὲν γὰρ τῷ ψύχειν τι νόσον ἐργάζοιτο,
13. διὰ τοῦ θερμαίνοντος ἡ ἴασις, εἰ δὲ τῷ θερμαίνειν, διὰ
14. τοῦ ψύχοντος. οὕτω δὲ καὶ εἰ διὰ πλησμονὴν νόσος συνίσταται,
15. τὸ τηνικαῦτα κενῶσαι χρὴ τὴν πλησμονὴν, ὥσπερ
16. γε καὶ εἰ ὑπὸ κενώσεως ἀνατρέφειν ὅτι τάχιστα προσήκει.
17. καίτοι δοκεῖ τισιν ὡς οὐδέποτε ἐργάζεται κένωσις νόσον.
1. ἡγοῦνται δ’, ὡς ἔοικεν, οἱ τοιοῦτοι μόνον τὸν πυρετὸν εἶναι
2. νόσον. ὡς εἴ γε ἔγνωσαν ὡς ἅπασα διάθεσις ἐνέργειαν
3. βλάπτουσα νόσος ἐστὶ καὶ ὡς αἱ σφοδραὶ δυσκρασίαι τὰς
4. ἐνεργείας βλάπτουσιν, οὐκ ἠμφισβήτουν περὶ τοῦ τὰς ἰσχυρὰς
5. κενώσεις αἰτίας γίνεσθαι νόσων. αἷμα μὲν γὰρ ἄν τε
6. διὰ μήτρας ἄν τε δι’ αἱμοῤῥοΐδος ἄν τ’ ἐξ ἕλκους ῥυῇ
7. δαψιλὲς ἢ πάσας ἢ τάς γε πλείστας ἐνεργείας, οἱ οὕτω παθόντες
8. βλάπτονται. τινὲς δ’ ἐξ αὐτῶν οὐ μόνον ταῦτα πάσχουσιν,
9. ἀλλὰ καὶ ὑδέροις ἁλίσκονται. μακραὶ δ’ ἀσιτίαι
10. τοῖς φύσει πυρετωδέστερον ἔχουσι τὸ θερμὸν οὐ μόνον τὰς
11. ἄλλας βλάβας, ἀλλὰ καὶ πυτὸν ἐπιφέρουσιν. ὅσον μὲν οὖν
12. ἀληθὲς ἅμα ἐστὶ καὶ χρήσιμον εἴρηται. προσθῶμεν δὲ αὐτῷ
13. τι καὶ διὰ τοὺς ληροῦντας, οἵοιπερ νεώτεροί εἰσι τῶν
14. ἰατρῶν, ὑπὲρ ὀνομάτων μὲν ἐρίζοντες, οἰόμενοι δὲ περὶ τῶν
15. πραγμάτων αὐτῶν ποιεῖσθαι τοὺς λόγους. οὗτοι τοίνυν εἰσὶν
16. οἱ λέγοντες οὐκ εἶναι θεραπείαν τὴν ἀναίρεσιν τῶν
17. ποιούντων τὰς νόσους αἰτίων, ἀλλὰ καὶ προφυλακὴν, οἷς
18. πρῶτον μὲν ἐπιδεικτέον ἐστὶν ὡς περὶ ὀνόματος ἐρίζουσιν,
1. εἶθ’ ὅτι μηδὲ περὶ τούτου καλῶς· ἔνθα μὲν γὰρ οὐκ ἔστι
2. τὸ ποιῆσαν αἴτιον τὴν νόσον, ἐνταῦθα ἴασις μόνη τῶν γεγονότων
3. ὑπολείπεται, ἔνθα δὲ οὐδέπω ποιεῖ τὸ ἐνυπάρχον
4. αἴτιον τῷ σώματι, καθάπερ ἡ πληθώρα, τοῦτο προφυλακτικοῦ
5. μέρους τῆς τέχνης ἐστὶν ἡ τῶν τοιούτων αἰτίων ἀναίρεσις.
6. ὁπότε δ’ ἤδη ποιεῖ, μικτόν πώς ἐστι τὸ τοιοῦτον
7. ἔκ τε προφυλακῆς καὶ θεραπείας. ὅσον γὰρ ἔμελλε ποιήσειν
8. ἐκωλύθη γενέσθαι καὶ τοῦτό ἐστι τοῦ προφυλακτικοῦ
9. τῆς τέχνης. ὅσον δ’ ἤδη γέγονεν τῆς νόσου, δεῖται θεραπείας
10. ἰδίας. ὅθεν ἐπειδὴ μικτὰ τὰ τοιαῦτά ἐστιν ἔκ τε
11. προφυλακῆς καὶ θεραπείας, ἴδιον οὐκ ἔχομεν ὄνομα καὶ διὰ
12. τοῦτο ἄλλοτε ἄλλως αὐτὸ προσαγορεύουσιν οἱ ἰατροὶ, ποτὲ
13. μὲν προφυλάττεσθαι λέγοντες, ὡς μὴ τελειωθῆναι τὴν ὑπηργμένην
14. ἤδη γεννᾶσθαι νόσον, ἔστι δ’ ὅτε ἰᾶσθαι λέγοντες,
15. ὡς ἐπὶ τῶν ὑπὸ λυττῶντος κυνὸς δεδηγμένων. ὅσα γὰρ ἐπ’
16. αὐτῶν προσφέρεται φάρμακα, διττῶς ὀνομάζουσι, ποτὲ μὲν
17. ἰάματα λύττης, ὡς εἰ καὶ τῆς γεννώσης αὐτὴν διαθέσεως
1. ἐλέγοντο. ἐνίοτε δὲ οὐκ ἰάματα προσαγορεύουσιν, ἀλλὰ προφυλακτικὰ
2. τῆς μελλούσης ἔσεσθαι λύττης.

Cliquer un n° de page pour en afficher l’image