5. Τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα
6. ἡμέρῃσι.
8. Τὰ ὀξέα νοσήματα μεγάλα τέ ἐστι καὶ πρὸς τὴν ἀκμὴν
9. ἐπειγόμενα διὰ ταχέων. εἰκότως οὖν ἐν ὀλίγῳ χρόνῳ καὶ
10. τὰς μεταβολὰς ποιεῖται μεγάλας, ὅπερ ταὐτόν ἐστι
11. τῷ κρίνεσθαι. τὰς γοῦν τοιαύτας μεταβολὰς, ὅταν ἀθρόως
12. ἐν νόσῳ γενηθῶσιν, αὐτὸς ὁ Ἱπποκράτης ὀνομάζει κρίσεις,
13. ἐνίοτε μὲν ἀθρόως ὑγιαζομένων τῶν νοσούντων ἢ ἀποθνησκόντων,
14. ἐνίοτε δὲ μεταβολήν τινα μεγάλην ποιησαμένων
15. ἐπὶ σωτηρίαν ἢ ὄλεθρον, οὐ μὴν παραχρῆμά γε σωθέντων
16. ἢ ἀποθανόντων, ὥστ’ εἶναι δ΄ τὰς ὀξυῤῥόπους ἐν αὐτοῖς
1. μεταβολὰς, ἃς αὐτὸς ἐδίδαξεν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν
2. εἰπών· ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὴν ἐπὶ τὸ ἄμεινον ἢ
3. τὸ χεῖρον. ὅτι δ’ ἀνάγκη διὰ τὸ μέγεθος τῶν νοσημάτων
4. καὶ τὴν σφοδρότητα τῶν συμπτωμάτων ἢ νικηθῆναι διὰ ταχέων
5. τὴν δύναμιν, ὥστ’ ἀπολέσθαι τὸν ἄνθρωπον, ἢ πρὸς
6. τὴν τῶν λυπούντων ἔκκρισιν ὁρμήσασαν, εἰ μὲν κρατήσειεν
7. ὧν προὔθετο, κρίσιν ἀγαθὴν, εἰ δὲ κρατηθείη, κακὴν ἐργάσασθαι,
8. πρόδηλον παντί. διὰ τοῦτ’ οὖν ἀδύνατον εἰς μακρὸν
9. χρόνον ἐκπεσεῖν τὴν κρίσιν ἐν τοῖς ὀξέσι νοσήμασιν.
10. ὅρον οὖν ἐπὶ τῶν τοιούτων ἁπάντων ὁ Ἱπποκράτης ἔθετο,
11. τὸν τοῖν δυοῖν ἑβδομάδοιν χρόνον, ὡς ἐξώτερον μὲν οὐδενὸς
12. προϊόντος· ἔμπροσθεν δὲ τῆς ιδ΄ πολλῶν κρίνεσθαι δυναμένων.
13. καὶ γὰρ ἡ ια΄ καὶ ζ΄ καὶ ἡ ε΄ πολλοὺς φαίνονται κεκρικυῖαι
14. κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία. κρίνει δὲ καὶ
15. ἡ στ΄ τινὰς, ἀλλ’ οὐκ ἀγαθῶς, ὡς κἀν τοῖς περὶ κρισίμων
16. ἡμερῶν ὑπομνήμασιν ἐπὶ πλέον ἐδείξαμεν, ἐν οἷς ἀξιοῦμεν
17. τὸν μέλλοντα γεγυμνάσθαι παρακολουθήσειν οἷς Ἱπποκράτης
18. διὰ βραχέων ἔγραψεν. ὅσαι δὲ τῶν κρίσεων οἷον ἡμόῤῥοποι
1. γίνονται, ταύταις τὸ τέλος ἄλλη τις τῶν ἑξῆς ἡμερῶν
2. ἐπιτίθησιν, ἃς αὐτὸς ἐδίδαξεν, ὁποῖαί τινές εἰσιν ἐν τῷ
3. προγνωστικῷ· διδάξει δέ τι κἀνταῦθα κατὰ τὸν ἑξῆς ἀφορισμὸν
4. ὑπὲρ αὐτῶν. ἔστι δέ τις καὶ τούτων τῶν ἡμιῤῥόπων
5. κρίσεων ὅρος ἄλλος ἐξώτερον, μεθ’ ὃν οὐκέτι προέρχεσθαι
6. πέφυκεν ἡ μ΄ τῶν ἡμερῶν. ὅσα μὲν οὖν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ
7. ἐκρίθη τελέως, ταῦθ’ ἁπλῶς ὁ Ἱπποκράτης
8. εἴωθε προσαγορεύειν ὀξέα, ὅσα δὲ ἡμιῤῥόπως κριθέντα
9. τῶν ἐφεξῆς τινα κρισίμων ἡμερῶν ἄχρι τῆς μ΄ ἐφυλάχθη,
10. ταῦτα οὐκέτι ἁπλῶς προσαγορεύειν ὀξέα εἴωθεν, ἀλλ’ ἐν
11. συνθέτῳ προσηγορίᾳ, δι’ ὅλης τῆς λέξεως, ὀξέα τὰ ἐν μ΄
12. ἡμέραις κρινόμενα σαφεστέρᾳ δ’ αὐτὰ λέξει δηλοῦσιν
13. οἱ προσαγορεύοντες ἐκ μεταπτώσεως ὀξέα. περὶ τούτων
14. μὲν οὖν ἐν τῷ προγνωστικῷ τάδε γράφει· εὔπνοιαν
15. δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην
16. ἐν ἅπασι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα ξὺν πυρετοῖς μέν
1. εἰσιν καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. νυνὶ δὲ ἐν
2. τοῖς ἀφορισμοῖς περὶ τῶν ἁπλῶς ὀξέων ἀποφαινόμενος ιδ΄
3. φησὶ κρίνεσθαι αὐτὰ ἡμέραις, οὐ μὰ Δία τοῦτο λέγων, ὥς
4. τινες ὑπέλαβον, ὅτι ιδ΄ τὸν ἀριθμόν εἰσιν αἱ τὴν κρίσιν ἐπὶ
5. τούτων τῶν νοσημάτων ἐργαζόμεναι. κατὰ τοῦτον γὰρ τὸν
6. λόγον καὶ τὰ μεταπτώσεως ὀξέα τὰς κρινούσας ἡμέρας μ΄
7. τὸν ἀριθμὸν εἶναι φήσομεν, ὡς ἡ αὐτή γε λέξις ἐπ’ ἀμφοῖν
8. ἐστιν, ἐνταυθοῖ μὲν εἰπόντος αὐτοῦ, ἐν ταῖς ιδ΄ ἡμέραις
9. κρίνεσθαι τὰ ὀξέα τῶν νοσημάτων, ἐν δὲ τῷ προγνωστικῷ,
10. ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν ταῖς μ΄ κρίνεται ἡμέραις.
11. ἀλλ’ οὗτοι μὲν οὐχ εὑρίσκοντες ὅπως ἀλλήλοις ἐπιδείξωσιν
12. ὁμολογοῦντας τοὺς λόγους, τήν τε ἐν τοῖς ἀφορισμοῖς καὶ
13. τὸν ἐν τῷ προγνωστικῷ γεγραμμένον ἀλλόκοτον ταύτην
14. ἐπενόησαν ἐξήγησιν. οὐδὲ γὰρ εἰς τὴν ιδ΄ μέχρι τῆς μ΄
15. αἱ κρίσιμοι, ἀλλὰ μετὰ μὲν τῶν ἐκ μεταπτώσεως πλείους,
16. ἄνευ δὲ ἐκείνων ἐλάττους, ὡς ἡ περὶ κρίσεως ἡμερῶν ἐδίδαξε
1. πραγματεία σαφῶς. αὐτὴ δὲ ἡ τῶν πραγμάτων φύσις
2. μαρτυρεῖ τῷ λογισμῷ τῷ φάσκοντι τὰ ὀξέα τῶν νοσημάτων
3. ὅρον ἔχειν τῆς κρίσεως τὴν ιδ΄ ἡμέραν. οὐδὲν γὰρ οὐδέποτ’
4. ὤφθη κινούμενον ἀπ’ ἀρχῆς ὀξέως ὑπερβὰν τοῦτον τὸν
5. ὅρον, ἄνευ τοῦ δέξασθαί τινα τῶν εἰρημένων τεσσάρων κρίσεων
6. μίαν, ὡς ἔνιά γε καὶ βληχρὰ καὶ μικρὰ κατὰ τὰς
7. πρώτας ἡμέρας ὄντα περὶ τὴν δ΄ ἢ τὴν ε΄ ἡμέραν ἀρξάμενα
8. τῆς ὀξύτητος εἰς τὴν ι΄ ἐτελεύτησεν. ἄλλα δὲ ἐπὶ τῆς
9. στ΄ ἢ ζ΄ ἡμέρας ἀρξάμενα τῆς ὀξύτητος εἰς τὴν κ΄ ἐτελεύτησεν.
10. ὥστε μηδέποτε ὀξύτητα νοσήματος συνεχοῦς
11. πλείους ἡμέρας δύνασθαι κατασχεῖν τῶν ιδ΄. τῶν δ’ ἀνωμάλους
12. ἐχόντων τὰς κινήσεις ἐκτείνεται πολλὰ πρός τινα
13. τῶν ἐξωτέρων προθεσμιῶν. λέγω δ’ ἀνωμάλους ἐχόντων
14. τὰς κινήσεις, ὅσαι τισὶν ἡμέραις σφοδρωθέντα μετὰ ταῦτα
15. ἀσήμως ἐῤῥᾳστώνησαν, εἶτ’ αὖθις ἐξαυξηθέντα τὴν συνέχειαν
16. ἔλαβεν. ἐὰν οὖν τις, ὡς εἴρηκα, τὴν τήρησιν ἐπὶ
17. τῶν ἀῤῥώστων ποιεῖται, πάντα εὑρήσει τὰ δι’ ὅλων τοῖν
1. δυοῖν ἑβδομάδοιν ὀξέως κινηθέντα, μηδέπω ἐξωτέρω
2. προερχόμενα.