Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 2.24, ed. Kühn, 1827, vol. 17b, p. 510-513. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:2.24


5. Τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος, ἑτέρης ἑβδομάδος
6. ἡ ὀγδόη ἀρχὴ, θεωρητὴ δὲ ἡ ἑνδεκάτη. αὕτη γάρ ἐστι
7. τετάρτη τῆς δευτέρης ἑβδομάδος. θεωρητὴ δὲ πάλιν ἡ
8. ἑπτακαιδεκάτη, αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς
9. τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς ἑνδεκάτης.

11. Ἐπιδήλους καὶ θεωρητὰς εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν
12. ἡμέρας, ἐν αἷς τι σημεῖον φαίνεται δηλωτικὸν τῆς
13. ἐσομένης κρίσεως ἐν ἑτέρᾳ τινὶ τῶν κρινουσῶν ἡμερῶν, ἅστινας
14. αὐτὸς ἐν τῷ προγνωστικῷ κατὰ τετράδα ἐποιήσατο
15. τέμνων ἑκάστην τῶν ἑβδομάδων δίχα. τὴν μὲν οὖν πρώτην
16. τετράδα τῆς ζ΄ ἡμέρας ἐπίδηλον εἶναί φησι τὴν ἀπὸ τῆς
17. ἀρχῆς. ἑνδεκάτην δὲ τῆς ιδ΄, ὅτι καὶ αὐτὴ δίχα τμηθεῖσα 
1. τῆς δευτέρας ἑβδομάδος ἐγένετο. κατὰ δὲ τὸν αὐτὸν λόγον
2. ἡ ιζ΄ τῆς κ΄ ἐστὶν ἐπίδηλος ἐκ τοῦ τμηθῆναι τὴν γ΄, ἑβδομάδα
3. δίχα γενομένην, πλὴν ὅτι ταύτην ἑβδομάδα συνάπτει
4. τῇ β΄, καίτοι τὴν δευτέραν ἀποχωρίσας τῆς α΄, ἀρχὴν γὰρ
5. αὐτῆς ἔφησεν εἶναι τὴν η΄ ἡμέραν, οὐ μήν γε τῆς γ΄ τὴν ιε΄,
6. ὥς τινες τῶν μετ’ αὐτὸν ὑπέλαβον· ὅτι μηδὲ τὴν κα΄ τὸ
7. πέρας, ἀλλ’ ἀρχὴν μὲν τῆς γ΄ ἑβδομάδος τὴν ιδ΄ ἡμέραν,
8. τελευτὴν δὲ καὶ πέρας τὴν κ΄. διὰ τί δὲ τὰς πρώτας μὲν
9. ἑβδομάδας κατὰ διάζευξιν ἀλλήλων ἔταξε, τὴν τρίτην δὲ τῇ
10. δευτέρᾳ κατὰ συνέχειαν, ἐν τῇ περὶ κρισίμων ἡμερῶν πραγματείᾳ
11. λέλεκται. κατὰ δὲ τὸ παρὸν ἀρκεῖ καὶ χωρὶς τῆς
12. αἰτίας ἐπίστασθαι τὸ διὰ τῆς πείρας μαρτυρούμενον. καὶ
13. αὐτὸς δὲ ὁ Ἱπποκράτης παμπόλλους ἀῤῥώστους κατὰ τὴν
14. τοιαύτην τάξιν τῶν κρισίμων ἐν τοῖς περὶ τῶν ἐπιδημιῶν
15. βιβλίοις ἔγραψεν κεκριμένους. λέγω δὲ τοιαύτην τάξιν,
16. ὥστε τὰς πρώτας ἑβδομάδας τρεῖς εἰς τὴν κ΄ ἡμέραν περιάγεσθαι,
1. τὰς δ’ ἐφεξῆς αὐταῖς τρεῖς εἰς τήν μ΄. οὕτω δὲ
2. καὶ τὴν ξ΄ καὶ τὴν π΄ ἕξομεν κρισίμους μεμαρτυρημένας
3. καὶ αὐτὰς τῇ πείρᾳ, καθότι κἀν τοῖς περὶ κρισίμων ἀπεδείξαμεν,
4. παραγράψαντες τοὺς ἐν τοῖς τῶν ἐπιδημιῶν κεκριμένους
5. κατὰ τὴν εἰρημένην τάξιν τῶν ἡμερῶν. ἐκείνους
6. μὲν οὖν τοὺς ἀῤῥώστους ἐνταῦθα περιγράφειν μακρὸν, ἀρκέσει
7. δὲ μόνον τὴν ἐκ τοῦ προγνωστικοῦ παραγράψαι
8. ῥῆσιν, τόνδε τὸν τρόπον ἔχουσαν. οἱ πυρετοὶ κρίνονται
9. ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίνονται
10. οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. οἵ τε γὰρ
11. εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων
12. βεβῶτες, τεταρταῖοι παύονται ἢ πρόσθεν. οἵ τε
13. κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτοι γινόμενοι τεταρταῖοι
14. κτείνουσιν ἢ πρόσθεν. ἡ μὲν οὖν πρώτη ἔφοδος
15. αὐτέων οὕτω τελευτᾷ· ἡ δὲ δευτέρη εἰς τὴν ἑβδόμην περιάγεται,
16. ἡ δὲ τρίτη εἰς τὴν ἑνδεκάτην, ἡ δὲ τετάρτη
17. εἰς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη εἰς τὴν
18. ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη εἰς τὴν εἰκοστήν. αὗται
19. μὲν οὖν διὰ τεσσάρων ἐκ τῶν ὀξέων εἰς τὰς εἴκοσιν ἐκ
1. προσθέσεως τελευτῶσιν. αὕτη σαφῶς ἡ ῥῆσις ἐδίδαξεν ὅτι
2. τὴν τρίτην ἑβδομάδα κατὰ συνάφειαν ἀριθμεῖ τῇ δευτέρᾳ
3. καὶ ὅτι τὴν ιζ΄ ἐπίδηλον ποιεῖται τῆς κ΄.

Cliquer un n° de page pour en afficher l’image