6. Οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες. οἱ δὲ
7. φθινοπωρινοὶ μακροὶ καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα
8. συνάπτοντες.
10. Οὐ μόνον τεταρταῖοι βραχεῖς γίνονται τοῦ θέρους, ἀλλὰ
11. καὶ τἄλλα νοσήματα διὰ τὸ χεῖσθαι περιττοὺς χυμοὺς
12. καὶ πάντη τοῦ σώματος φέρεσθαι καὶ διαπνεῖσθαι. ἐφ’ ὧν
13. μὲν οὖν ἡ δύναμις εἴη ῥωμαλέα κενωθέντων τῶν λυπούντων
14. αἱ νοῦσοι παύονται. ἐφ’ ὧν δ’ ἀσθενὴς ἅμα τοῖς λυποῦσι
15. χυμοῖς κενουμένοις καὶ αὕτη διαλύεται ὥστ’ εἰκότως οὐδὲν
16. τῶν θερινῶν χρονίζει νοσημάτων. ὁ δ’ Ἱπποκράτης ἐπὶ
1. τοῦ χρονιωτάτου μόνου τὸν λόγον ἐποιήσατο, καθάπερ ἐπὶ
2. παραδείγματος, ἐνδεικνύμενος ἐκ τούτου περὶ τῶν ἄλλων.
3. ὥσπερ δ’ ἐν τῷ θέρει καὶ τοὺς χυμοὺς διαφορεῖσθαι καὶ
4. τὴν δύναμιν διαλύεσθαι συμβέβηκεν, οὕτως ἐν τῷ χειμῶνι
5. τἀναντία καὶ τοὺς χυμοὺς ἔνδον μένειν, ὥσπερ φωλεύοντας
6. καὶ τὴν δύναμιν ἐῤῥωμένην διαμένειν. οὔτ’ οὖν λύεται τὰ
7. νοσήματα, μενόντων τῶν ποιούντων αὐτὰ χυμῶν, οὔτ’ ἀποθνήσκουσιν
8. οἱ κάμνοντες, ἐξαρκούσης αὐτῶν τῆς δυνάμεως.