11. Πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γίνεσθαι ἢ σπασμὸν ἐπὶ
12. πυρετῷ.
14. Αὐτὸς ὁ Ἱπποκράτης ἐν τοῖς ἑξῆς ἀφορισμοῖς ἐρεῖ τὸν
15. σπασμὸν ἐπὶ πληρώσει γίνεσθαι καὶ κενώσει. ὅταν
16. οὖν τινα τῶν ὑγιαινόντων ἐξαιφνῆς συμβῇ σπασθῆναι, τὸν
17. τοιοῦτον σπασμὸν ἀναγκαῖον ἐπὶ πληρώσεως γεγονέναι. καὶ
1. τοίνυν πληροῦνται τὰ νεῦρα γλίσχρων καὶ ψυχρῶν χυμῶν,
2. οἷσπερ καὶ τρέφεται, ὥστε σπασμὸν ὑπομένειν. τούτοις οὖν
3. ὁ πυρετὸς ἐπιγενόμενος εἴωθεν ὡς τὰ πολλὰ θερμαίνειν θ’
4. ἅμα λεπτύνειν καὶ διαφορεῖν. εἰ δ’ ἐκ πυρετῶν διακαῶν
5. ξηρανθῇ τὸ ὅλον σῶμα καὶ τὰ νεῦρα, κἄπειτα διὰ τὴν ξηρότητα
6. σπασθείη, μέγιστόν τε τοῦτο κακόν ἐστι καὶ σχεδὸν
7. ἀνίατον. ἐπειδὴ χρόνου μὲν δεῖται μακροῦ τὰ νεῦρα πρὸς
8. τὴν ξηρότητος ἴασιν οὐκ ἀναμένει δὲ χρόνον ἡ συντονία
9. τοῦ νοσήματος, ἀλλ’ ἐν τάχει καταλύει μὲν τὴν δύναμιν,
10. ὀξὺν δὲ θάνατον ἐπιφέρει.