13. Τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν, οὐδὲ
14. φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παρὰ λόγον. τὰ
15. γὰρ πολλὰ τῶν τοιουτέων ἐστὶν ἀβέβαια καὶ οὐ πάνυ τοι
16. διαμένειν οὐδὲ χρονίζειν εἴωθεν.
1. Ὅλος μὲν ὁ λόγος ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τοῖς
2. περὶ κρίσεων εἴρηται. νυνὶ δὲ ὅσον εἰς ἐξήγησιν προκειμένων
3. ἱκανόν ἐστι λέγειν, λεχθήσεται. ὅταν εἰσβάλλῃ νόσημα
4. σφοδρὸν, εἶτ’ ἐξαίφνης ῥᾳστωνήσει, μήτε δι’ ἱδρῶτος ἢ
5. ἐμέτων ἢ διαχωρημάτων ἢ αἱμοῤῥαγίας κενωθέντος τοῦ σώματος,
6. ἀλλὰ μηδὲ πέψεως φανέντων σημείων, ἄπιστοι ἡγεῖται
7. εἶναι τὴν τοιαύτην ῥᾳστώνην, ὥστ’ εἰ καὶ δυσπνοήσειεν
8. ἀλόγως ἢ παραφρονήσειεν ἢ πυρέξειεν σφοδρώτερον ἢ καὶ
9. μεγάλῳ ῥίγει καταληφθείη. καὶ γὰρ καὶ ταῦτά ἐστιν ἀβέβαια
10. καὶ τοσοῦτον δεῖ χαλεπόν τι σημαίνειν, ὥστ’ ἐνίοτε
11. κρίσιν ἀγαθὴν, ὅσον οὔπω γενησομένην καταγγέλλεται· ὅπως
12. δὲ ταῦτα χρὴ διαγινώσκειν τε καὶ προγινώσκειν ἐν τοῖς περὶ
13. κρίσεων εἴρηται.