Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 2.28, ed. Kühn, 1827, vol. 17b, p. 516-522. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:2.28


16. Τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως τὸ
17. διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα ἢ καὶ συντήκεσθαι
1. μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν· τὸ μὲν γὰρ μῆκος
2. νούσου σημαίνει, τὸ δὲ ἀσθένειαν.

4. Τὸ μὴ παντάπασιν ἐπιπολαίως διορισμοῦ χάριν ὁ Ἱπποκράτης
5. προσέθηκε. εἰ γὰρ ἁπλῶς εἴρητο, τῶν πυρεσσόντων
6. τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα, μοχθηρὸν
7. ὑπάρχειν, οὐκ ἂν ἦν ἀληθὴς ὁ λόγος. ἐγχωρεῖ γοῦν ἐν
8. καταστάσει ψυχρᾷ διὰ πλῆθός τινα νοσοῦντα μὴ συμπίπτειν
9. τὸ σῶμα, μηδ’ ἰσχνοῦσθαι, μικρῶν γινομένων αὐτῶν
10. τῶν πυρετῶν, ἀλλ’ ὅταν γε μείζους ὦσι, πάμπολύ τι πλῆθος
11. ἐνδείκνυται. τὸ δὲ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον
12. μοχθηρόν ἐστι καὶ χωρὶς τοῦ προστεθεικέναι, τὸ μὴ παντάπασιν
13. ἐπιπολαίως. ἄν τε γὰρ ἐπιπολαίως πυρέττωσιν ἄν
14. τε καὶ μὴ, σημεῖον ἀσθενείας ἐστὶν ἡ παράλογος ἰσχνότης.
15. οὐ γὰρ δὴ τὸ λεγόμενον κυρίως συντήκεσθαι νῦν εἰρῆσθαι
16. πρὸς αὐτοῦ νομιστέον ἐστὶν, ἀλλὰ καταχρῆσθαι μᾶλλον αὐτὸν
17. τῷ ῥήματι ἀντὶ τοῦ ἰσχνοῦσθαι. κάλλιστα δ’ εἶπεν
1. ἐν τῷ δευτέρῳ μέρει τοῦ ἀφορισμοῦ τὸ μᾶλλον τοῦ κατὰ
2. λόγον, καὶ βέλτιον εἰρῆσθαι νομίζειν αὐτὸν κατὰ τοῦ προτέρου
3. μέρους, ὥσθ’ ὅλον τὸν λόγον γενέσθαι τοιοῦτον· τῶν
4. πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως τὸ διαμένειν τὸ
5. σῶμα καὶ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν.
6. ἵν’ ἀμφοῖν ᾖ κοινῇ κατηγορούμενον τὸ μᾶλλον τοῦ κατὰ
7. λόγον. ἄν τε γὰρ διαμένωσι μᾶλλον τοῦ κατὰ λόγον, ἄν τε
8. ἰσχνοὶ γίνονται μοχθηρόν. αὐτὸ δὲ τὸ μᾶλλον τοῦ κατὰ
9. λόγον ἄμεινον μὲν ἦν εἰρῆσθαι πρὸς αὐτοῦ, τίσι κρίνεται
10. σκοποῖς. ἐπεὶ δ’ ἀφοριστικόν ἐστι τὸ τῆς διδασκαλίας εἶδος
11. ἐνταῦθα καὶ κατὰ βραχυλογίαν ἄκραν γινόμενον, ἡμεῖς
12. ἐξηγούμενοι τὸ κατὰ λόγον, ἀνοίσομεν εἰς τὸ μέγεθος τοῦ
13. πυρετοῦ καὶ τὸν χρόνον τῆς νόσου καὶ τὴν ἡλικίαν καὶ τὴν
14. χώραν καὶ τὴν ὥραν καὶ τήν ποτε ὑπάρχουσαν κατάστασιν,
15. ἔτι τε τὰς αἰσθητὰς κενώσεις, ἀγρυπνίας τε καὶ φροντίδας
16. καὶ ἀσιτίας καὶ κινήσεις πλείονας. οἱ μὲν γὰρ μείζους
17. τῶν πυρετῶν θᾶττόν τε καὶ μᾶλλον ἰσχνοὺς ἀποφαίνουσι
1. τοὺς κάμνοντας, ὥσπερ γε καὶ τὸ τῆς νόσου μῆκος
2. καὶ ἡλικιῶν, ἥ τε τῶν παίδων καὶ ἡ τῶν ἐν ἐσχάτῳ γήρᾳ,
3. καθ’ ἕτερον ἑκάτερα λόγον. ἐπὶ μὲν γὰρ τῶν παίδων διά
4. τε τὴν ὑγρότητα καὶ τὴν θερμασίαν πλεῖστον ἀποῤῥεῖ καὶ
5. κενοῦνται σώματα, ἐπὶ δὲ τῶν ἐν ἐσχάτῳ γήρᾳ διὰ τὴν τῆς
6. δυνάμεως ἀῤῥωστίαν. ὡρῶν δὲ καὶ χωρῶν καὶ κατακαστάσεων
7. αἱ μὲν θερμαὶ καὶ ξηραὶ μᾶλλον κενοῦσιν, αἱ
8. δ’ ὑγραὶ καὶ ψυχραὶ μᾶλλον σφίγγουσι τὸ σῶμα καὶ κωλύουσι
9. διαπνεῖσθαι τε καὶ κενοῦσθαι. περὶ δὲ τῶν αἰσθητῶν
10. κενώσεων τί δεῖ λέγειν; οὐδένα γὰρ ἀγνοεῖν οἶμαι
11. περὶ τοῦ δι’ αἱμοῤῥαγίαν ἢ δι’ ἱδρῶτας πολλοὺς ἢ οὔρου
12. πλῆθος ἢ ἐμέτων ἢ διαχωρημάτων, ὥστ’ εἰκότως ἐν τάχει
13. λεπτύνεσθαι. παράκειται δὲ τοῖς εἰρημένοις αἰτίοις καὶ ἡ
14. ἀσιτία, καὶ μὲν δὴ καὶ ἀγρυπνία καὶ φροντὶς ἱκανῶς λεπτύνουσιν,
15. ὥσπερ γε καὶ κινήσεις πλείονες· ἀλλ’ αὗται μὲν
16. ὀλιγάκις ἐπὶ τῶν πυρετῶν γίνονται, κατάκεινται γὰρ ὡς τὰ
17. πολλὰ ἡσυχάζοντες. συμβαίνει γε μὴν ἔστιν ὅτε καὶ καθ’
1. ὁδοιπορίαν ἀρξαμένου τἀνθρώπου πυρέττειν, ἤτοι δι’ ἀνάγκην
2. ἢ διὰ τὸ σπεύδειν οἴκαδε καταλύσαντες αὐτὴν καταλύσασθαι,
3. ἀλλὰ καὶ διὰ παραφροσύνην ἀνιστάμενοι συνεχῶς
4. ἔνιοι τῶν νοσούντων ἢ κατακείμενοι μὲν, ἀεὶ δὲ κινοῦντές
5. τι μόριον ἢ καὶ φθεγγόμενοί τι κατὰ λόγον, ἐν
6. ὀλίγαις ἡμέραις ἰσχνοὶ γίνονται. ταυτὶ μὲν οὖν ἅπαντα τοὺς
7. κάμνοντας ἰσχνοὺς ἐργάζεται, καθάπερ γε τἀναντία τούτων
8. ἐν ὄγκῳ μείζονι τὸ σῶμα φυλάττει. σημεῖον δὲ οὐδέν ἐστιν
9. αὐτῶν ἀσθενοῦς δυνάμεως, ἀλλὰ μόνον αἴτιον ἕκαστον. ἐπ’
10. αὐτῶν γὰρ ὥσπερ τὸ σῶμα λεπτύνεται κατὰ λόγον, οὕτω
11. καὶ ἡ δύναμις καθαιρεῖται. τὸ δ’ ἄνευ τῶν εἰρημένων λεπτύνεσθαι
12. τὸ σῶμα παρὰ λόγον ἀσθενοῦς δυνάμεως εἶναί
13. φησι σημεῖον ὁ Ἱπποκράτης, ἥντινα κἀπὶ τῶν πάνυ γερόντων
14. αἰτιώμενοι ταχέως αὐτῶν ἐφάσκομεν ἰσχνοῦσθαι
15. τὸ σῶμα καὶ οὐδὲν θαυμαστὸν, ἐπὶ τῶν οὕτως ἐχόντων τὴν
16. μὲν ἀσθένειαν αἰτίαν γίνεσθαι τῆς ἰσχνότητος, τὴν δ’ ἰσχνότητα
17. τῆς ἀσθενείας σημεῖον. οὕτως ἐπὶ πάντων ἔχει τῶν 
1. ποιούντων καὶ ποιουμένων. αὕτη μὲν ἡ τοῦ Ἱπποκράτους
2. γνώμη διὰ παντὸς ἡγουμένου τὴν παρὰ λόγον ἰσχνότητα
3. σημεῖον ἀσθενείας ὑπάρχειν. ἡμεῖς δὲ προσθῶμεν αὐτοῦ
4. τῷ λόγῳ καὶ ἄλλην διάθεσιν, ὡς αἰτίαν ἰσχνότητος ἐν πυρετοῖς
5. γινομένην. ἔστι δ’ αὕτη λεπτότης μὲν τῶν χυμῶν,
6. ἀραιότης δὲ τοῦ σώματος. ὅταν γὰρ ἄμφω ταῦτα συνέλθῃ,
7. τάχιστα κενοῦται τὰ σώματα κατὰ τὴν ἄδηλον καλουμένην
8. διαπνοὴν, ὥσπερ γε κἀπὶ τῆς ἐναντίας τῷ πάχει τῶν χυμῶν
9. καὶ τῇ πυκνώσει τοῦ σώματος, οὔθ’ ἡ κένωσις γίνεται
10. τῶν χυμῶν καὶ τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸν
11. ὄγκον αὐτοῦ τηνικαῦτα συμβαίνει. ταύτην μὲν οὖν τὴν
12. διάθεσιν ἐδήλωσεν ὁ Ἱπποκράτης ἐν τῷ πρώτῳ μέρει τοῦ
13. ἀφορισμοῦ διὰ τοῦ φάναι μῆκος νόσου σημαίνεσθαι. τὴν
14. δ’ ἀντικειμένην αὐτῷ παρέλειπεν· ἀλλ’ ἡμεῖς μέν γε κἀκείνην
15. προσθέντες ὁλόκληρον ἤδη τὸν λόγον εἴπωμεν, εἰς ὅσον
16. οἷόν τε διὰ βραχέων τῶν πυρεσσόντων μὴ παντάπασιν
17. ἐπιπολαίως, τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα ἢ
18. καὶ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν. τὸ μὲν
1. γὰρ ἐπιμένειν ἐπὶ τῇ πυκνώσει τοῦ δέρματος γίνεται καὶ
2. τῷ πάχει χυμῶν καὶ διὰ τοῦτο μῆκος νόσου σημαίνει, τὸ
3. δὲ συντήκεσθαι ποτὲ μὲν διὰ λεπτότητα χυμῶν καὶ μανότητα
4. τοῦ δέρματος, ἔστι δ’ ὅτε καὶ διὰ μόνην ἀσθένειαν
5. δυνάμεως.

Cliquer un n° de page pour en afficher l’image