Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 2.29, ed. Kühn, 1827, vol. 17b, p. 522-524. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:2.29


8. Ἀρχομένων τῶν νούσων ἤν τι δοκέῃ κινεῖν, κίνει.
9. ἀκμαζουσῶν δὲ ἡσυχίην ἄγειν βέλτιόν ἐστι.

11. Διὰ τί τοῦτο συνεβούλευσεν ὁ Ἱπποκράτης ἐδήλωσε
12. κατὰ τὸν ἑξῆς ἀφορισμὸν, ὃν ἐὰν συνάψῃ τις τῷ προειρημένῳ,
13. τὸν ὅλον λόγον ποιήσει τοιοῦτον. ἀρχομένων τῶν
14. νούσων ἤν τι δοκέῃ κινέειν, κίνει. ἀκμαζουσῶν δὲ ἡσυχίαν
15. ἔχειν βέλτιόν ἐστι. περὶ γὰρ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα
16. ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα. προσθεῖναι
17. δ’ αὐτῷ χρὴ πάντα τὰ συμπτώματα· περὶ γὰρ τούτων
1. εἴρηκε τὸ πάντα· ὡς ἥ γε διάθεσις ἡ ταῦτα γεννῶσα, ἣν
2. δὴ καὶ νόσον ὀνομάζομεν, οὐκ ἐξ ἅπαντος ἐν ταῖς ἀκμαῖς
3. ἐστιν ἰσχυροτέρα, ἀλλ’ ἐπί γε τῶν σωθήσεσθαι μελλόντων
4. πολλῷ βελτίων ἢ ἐν ἀρχῇ τοῦ νοσήματος, ἐφ’ ὧν καὶ συμβουλεύει
5. νῦν Ἱπποκράτης, ἡσυχίαν ἔχειν ἀρχομένων τῶν
6. νούσων, ἤν τε δοκέῃ κινοῦντας. τῶν γὰρ ὀλεθρίων νοσημάτων
7. οὐ μόνον ἐγγὺς τῆς ἀκμῆς οὐδὲν δεῖ κινεῖν, ἀλλὰ
8. κἀν τοῖς ἔμπροσθεν ταύτης καιροῖς μεμνημένον, ὡς οὐ χρὴ
9. κεκρατημένοις ἐγχειρεῖν, ἀλλ’ ἀφίστασθαι δηλονότι προσαγορεύσαντα
10. μόνον ἐς ὅ τι τελευτήσει τὸ νόσημα. κατὰ δὲ
11. τὰς ἀρχὰς ἐκείνων τῶν νοσημάτων, ἐν οἶς ἐλπίζει σωθήσεσθαι
12. τὸν κάμνοντα, πειρᾶσθαι χρὴ τὰ μείζω βοηθήματα
13. προσφέρειν, ὑπὲρ ὧν εἶπεν ὁ Ἱπποκράτης, ἤν τι δοκέῃ κινέειν,
14. κίνει. ἔστι δὲ ταῦτα μὲν μάλιστα φλεβοτομία, ἐνίοτε
15. δὲ καὶ ἡ κάθαρσις, ὧν οὐδέτερον ἐν τῇ ἀκμῇ χρὴ παραλαμβάνειν.
16. ὡς γὰρ ἐν τῷ περὶ κρίσεων ἐδείξαμεν, αἱ πέψεις
17. τῶν νοσημάτων τηνικαῦτα γίνονται μάλιστα. πρὸς
1. μὲν οὖν τὸ γίνεσθαι θᾶττον αὐτὰς ἄμεινον ἐν ἀρχῇ κενοῦν
2. ὅπως ἐλάττονα τὴν ὕλην γινομένην ῥᾷον ἡ φύσις δυνηθῇ
3. πέψαι, κατὰ δὲ τὰς ἀκμὰς, ὁπότ’ ἤδη πέττει, περιττὸν τὸ
4. κενοῦν, διὰ τά τ’ ἄλλα καὶ τῆς ψυχικῆς δυνάμεως κεκμηκυίας
5. τοὐπίπαν ἐν ταῖς ἀκμαῖς, εἰ καὶ ὅτι μάλιστα κατ’
6. ἐκεῖνον τὸν χρόνον ἡ ζωτική τε καὶ φυσικὴ δύναμις ἰσχυραὶ
7. διαμένοιεν.

Cliquer un n° de page pour en afficher l’image