16. Ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα
17. κακόν.
1. Ἐνίοις τῶν ἰατρῶν ἔδοξεν ἡ μὲν ἀγρυπνία μᾶλλον τοῦ
2. μετρίου γιγνομένη κακὸν εἶναι καὶ σημεῖον καὶ αἴτιον,
3. οὐ μήν γε ὕπνος. ἀεὶ γὰρ τοῦτον ἀγαθὸν εἶναι καὶ
4. μηδὲ γίνεσθαί ποτε μᾶλλον τοῦ μετρίου, τοὺς πολλοὺς δ’
5. ἐξηπατῆσθαι, τὰς κωματώδεις διαθέσεις ἀρχομένας, νομίζοντας
6. εἶναι ὕπνον μακρόν. ἀλλὰ μαθόντες οὗτοι παρ’ ἡμῶν
7. ὡς πρὸ τοῦ τὸ δυσδιέγερτον ἔχειν, οὔπω κῶμα προσαγορεύεσθαι
8. συγχωρείτωσαν ὕπνον ὀρθῶς ὀνομάζεσθαι μακρὸν,
9. ὅταν τῷ χρόνῳ μόνῳ ὑπερβάλλῃ τὴν κατὰ φύσιν συμμετρίαν,
10. οὐδέπω τὸ δυσδιέγερτον ἔχων. γίγνεται δὲ ὁ τοιοῦτος
11. ὕπνος ἐπὶ ψύξει τοῦ πρώτου αἰσθητικοῦ, τουτέστι τοῦ
12. ἐγκεφάλου, ἥτις ψύξις, ὅταν ἰσχυρὰ γενηθῇ, μετὰ μὲν
13. ὑγρότητος μιχθεῖσα τὰ ληθαργικὰ πάθη ποιεῖ, μετὰ δὲ
14. ξηρότητος τὰς καλουμένας καταλήψεις. οὕτω δὲ καὶ ἀγρυπνίαι
15. γίνονται μὲν διὰ θερμασίαν τοῦ πρώτου μορίου
16. τῶν αἰσθητικῶν, ἀλλ’ ἤτοι κατὰ δυσκρασίαν μόνην ἢ
17. καὶ χυμοῦ χολώδους πλεονάσαντος. αἱ δ’ ἀποδείξεις ἁπάντων
18. τῶν τοιούτων ἐν ταῖς ἡμετέραις εἴρηνται πραγματείαις.
1. νυνὶ δὲ ἀρκεῖ μόνα αὐτῶν λελέχθαι τὰ κεφάλαια. καθάπερ
2. δὲ μόνον τὸν ὕπνον διὰ παντὸς οἴονται ἔνιοι σύμμετρον
3. γίγνεσθαι καὶ μηδέποθ’ ὑπάρχειν ὕπνον ἄμετρον, οὕτως
4. ἔνιοι πάλιν φασὶν ἀγρυπνίαν μηδέποτε γίγνεσθαι μετρίαν,
5. ἀλλ’ εἶναι τοὔνομα μόνης ἀμετρίας δηλωτικὸν, ἐπιλελησμένοι
6. τῆς τοῦ βίου συνηθείας, ὅτι καὶ κατὰ μέτρια λέγομεν, ἐνίοτε
7. τοῖς μεγάλοις ἀντιθέντες. οὕτω γοῦν καὶ ἀγρυπνίαν ἀκούειν
8. χρὴ μετρίαν ἐν ἴσῳ τῷ μικράν.