10. Περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα,
11. περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα.
13. Τὰ συμπτώματα πάντα περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη
14. φησὶν ὑπάρχειν ἀσθενέστερα, τοὺς παροξυσμοὺς δηλονότι
15. τῶν πυρετῶν καὶ τὰς ἀγρυπνίας καὶ τὰ ἀλγήματα καὶ τὴν
16. ἄσην καὶ τὸ δίψος, ὡς τάς γε διαθέσεις αὐτὰς, ἐφ’ αἷς
17. ταῦτα γίνεται κατὰ τὰς ἀκμὰς ἀναγκαῖον εἶναι βελτίους ἐπὶ
18. τῶν σωθήσεσθαι μελλόντων.