2. Τῷ ἐξ ἀῤῥωστίης εὐσιτέοντι μηδὲν ἐπιδιδόναι τὸ σῶμα
3. μοχθηρόν.
5. Ἔδει καὶ τοῦτον τὸν ἀφορισμὸν καὶ τὸν ἑξῆς αὐτοῦ
6. γεγραμμένον ἐζεῦχθαι τοῖς ἀνωτέρω γεγραμμένοις, ἡνίκα
7. ἔλεγεν ἢν ἐκ νόσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ. κατ’
8. ἐκεῖνον μὲν οὖν τὸν ἀφορισμὸν ἀντὶ τῆς νῦν εἰρημένης λέξεως
9. τῆς εὐσιτέοντι τροφὴν λαμβάνειν εἰπὼν, ἐδίδαξέ τι
10. περὶ συμπτώματος τοῦ μὴ ἰσχύειν. ἐνταυθοῖ δὲ τὸ μὲν
11. λαμβάνειν τὰ σιτία τὸ κοινὸν ἀμφοῖν ἐφύλαξε, τὸ σύμπτωμα
12. δ’ ὑπήλλαξεν, ἀνάλογον ἐκείνῳ τι γράψας. τὸ γὰρ μηδὲν
13. ἰσχύειν τῷ μηδὲν ἐπιδιδόναι τὸ σῶμα παραπλήσιόν πώς
14. ἐστιν· ἐκεῖνο μὲν γὰρ τῆς δυνάμεως τῆς διοικούσης τὸ σῶμα·
15. τοῦτο δ’ αὐτοῦ τοῦ σώματός ἐστι πάθημα καὶ γίνεται
16. δηλονότι τὸ μηδὲν εἰς εὐτροφίαν ἐπιδιδόναι τὸ σῶμα,
1. ποτὲ μὲν διὰ τὴν τῆς τῆς τρεφούσης αὐτὸ δυνάμεως ἀῤῥωστίαν,
2. ἔστι δ’ ὅτε καὶ διὰ μοχθηρῶν χυμῶν περιουσίαν.