Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 2.33, ed. Kühn, 1827, vol. 17b, p. 527-529. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:2.33


16. Ἐν πάσῃ νούσῳ τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν
17. πρὸς τὰς προσφορὰς ἀγαθὸν, τὸ δ’ ἐναντίον κακόν.

1. Οὔθ’ ὅταν ἀγαθόν τι εἴπῃ τῶν κατὰ τὸ σῶμα, πάντως
2. ἡγητέον ἐπ’ αὐτῷ σωθήσεσθαι τὸν ἄνθρωπον, οὔθ’
3. ὅταν κακὸν, τεθνήξεσθαι πάντως. καὶ γὰρ ἀγαθὸν
4. σημεῖον ὑπὸ μείζονος κακοῦ νικηθῆναι δυνατὸν καὶ κακὸν
5. ὑπὸ μείζονος ἀγαθοῦ. κατὰ τὰς τοιαύτας οὖν ἀποφάσεις
6. ἀκουστέον ἐστὶν ἐκείνου μόνου τοῦ λεγομένου. λέγεται δ’
7. ὅτι σημεῖον ἀγαθόν ἐστιν, ὅσον ἐφ’ ἑαυτῷ τόδε τι, κᾆτα
8. σημεῖον κακὸν, ὅσον ἐφ’ ἑαυτῷ τόδε τι, περὶ δὲ σωθήσεσθαι
9. τὸν ἄνθρωπον ἢ τεθνήξεσθαι, πάντων τῶν σημείων
10. τὰς δυνάμεις ἐκλογισαμένων οὕτω χρὴ ποιεῖσθαι τὴν ἀπόφασιν,
11. ὡς κἀν τῷ προγνωστικῷ συνεβούλευσεν αὐτός. οὕτως
12. οὖν καὶ νῦν τό τ’ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ τὸ τὴν
13. ὄρεξιν διαμένειν ἀγαθὰ σημεῖα κατὰ πάσας τὰς νόσους.
14. ἔνια γὰρ οὐκ ἐν ἁπάσαις ἐστὶν ἀγαθὰ, καθάπερ καὶ αὐτὸς
15. εἴωθεν ἐπισημαίνεσθαι λέγων, εὔπνοιαν δὲ χρὴ νομίζειν
16. κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην, ἐν πᾶσι τοῖς
17. ὀξέσι νοσήμασιν. ὅτι δὲ τὸ τὴν διάνοιαν ἐῤῥῶσθαι σημεῖον
18. ἀγαθόν ἐστιν ἐντεῦθεν γνώσῃ. τὰ περὶ τὸν ἐγκέφαλόν τε
1. καὶ τοὺς μήνιγγας, ἔτι δὲ νωτιαῖον μυελὸν καὶ διάφραγμα
2. καὶ ὅλως τὰ νευρώδη μόρια καὶ μάλισθ’ ὅσα πλησίον ἐγκεφάλου
3. ἐστὶ, πάντως ὑγιεινὰ σημαίνεται τῆς διανοίας ἐῤῥωμένης.
4. ὥσπερ γε καὶ τὰ κατὰ γαστέρα τε καὶ ἧπαρ αὐτήν
5. τε τὴν καρδίαν, ὅταν ἕτοιμοι πρὸς τὰς τῶν σιτίων ὦσι
6. προσφοράς. πάντων δὲ τούτων ἐῤῥωμένων οὐ μικρὰ τῷ
7. κάμνοντι τῆς σωτηρίας ἐλπίς.

Cliquer un n° de page pour en afficher l’image