10. Ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἶσιν ἂν οἰκείη
11. τῆς φύσιος καὶ τῆς ἡλικίης καὶ τῆς ἕξιος καὶ τῆς ὥρης
12. ἡ νοῦσος ᾖ μᾶλλον ἢ οἶσιν ἂν μὴ οἰκειότατά τι τουτέων.
14. Τῆς φύσεως πολλαχῶς λεγομένης ἀκουστέον νῦν ἐστιν
15. αὐτῆς κατ’ ἐκεῖνο τὸ σημαινόμενον, ᾧ κέχρηται αὐτὸς, ἐν
16. ἑτέροις πολλοῖς καὶ καθ’ ὅλον γε τὸ περὶ φύσεως ἀνθρώπου
17. βιβλίον, ἐν ᾧ τὴν ἐκ τῶν πρώτων στοιχείων κρᾶσιν ὀνομάζει
1. φύσιν, ὡς εἰ καὶ οὕτως ἔφη, ἐν τῇσι νούσοισιν ἧσσον
2. κινδυνεύουσιν οἶς ἂν οἰκεία τῆς πρώτης τοῦ σώματος
3. κράσεως καὶ τῆς νῦν διὰ τὴν ἡλικίαν ἢ τὴν ἕξιν ἢ τὴν ὥραν
4. προσγεγενημένης ἡ νόσος ᾖ μᾶλλον, ἢ οἷς ἂν μὴ οἰκεία κατά
5. τι τούτων ᾖ. τῇ μὲν γὰρ θερμῇ φύσει καὶ ἡλικίᾳ καὶ ἕξει
6. καὶ ὥρᾳ δηλονότι καὶ καταστάσει καὶ χώρᾳ τὰ θερμότερα
7. τῶν νοσημάτων ἐστὶν οἰκεῖα, ταῖς δὲ ψυχροτέραις τὰ ψυχρότερα.
8. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ταῖς μὲν ξηροτέραις
9. τὰ ξηρότερα, ταῖς δ’ ὑγροτέραις τὰ ὑγρότερα. τὸ δ’
10. ἐναντίον ὑπὸ Διοκλέους εἵρηται κἀν τῷ περὶ ἑβδομάδων,
11. ὑπολαβόντων, ὡς εἴρηται, τῶν γραψάντων ἀνδρῶν αὐτὰ,
12. παροξύνεσθαι μὲν ὑπὸ τῶν ὁμοίων τὰ νοσήματα,
13. λύεσθαι δὲ ὑπὸ τῶν ἐναντίων, ἐπειδὴ καὶ πρὸς αὐτοῦ τοῦ
14. Ἱπποκράτους εἴρηται, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα.
15. νομίζουσιν οὖν ἐν χειμῶνι συστάντα καῦσον εὐϊατότερον
16. εἶναι τοῦ κατὰ τὸ θέρος, οὐκέτ’ ἐννοοῦντες ὡς ἐπὶ μεγίστῃ
17. διαθέσει γίνεται καῦσος ἐν χειμῶνι, μηδὲ γὰρ ἂν συστῆσαι
18. τὴν ἀρχὴν αὐτὸν ἑτέρως, εἰ μὴ διὰ τὴν τῆς αἰτίας
1. ἰσχὺν ἐνίκησε τὴν ἐκ τῆς ὥρας ἐναντίωσιν. ὁπότ’ οὖν οὐ
2. κατέσχεν ἡ ὥρα τὸ μέγεθος τῆς αἰτίας, καίτοι βοηθὸν ἔχουσα
3. τὴν ὑγίειαν, ἦ πού γ’ ἂν ἐν τῇ νόσῳ κινήσειεν αὐτὴν,
4. μηδὲ τῆς ὑγιεινῆς ἰσχύος ἔτι παρούσης. ἀλλὰ καὶ δι’ αὐτῆς
5. τῆς πείρας ἐναργῶς φαίνεται τοῦτο. τῶν γὰρ ἴσων τὸ
6. μέγεθος καύσων ὀλεθριώτερός ἐστιν ὁ ἐν χειμῶνι συνιστάμενος,
7. ὅταν γε συστῇ μὲν ἐν θερμοτέρᾳ καταστάσει, μεταβολὴ
8. δ’ ἐξαιφνίδιος εἰς ψυχρότερα γένηται, μεγάλως ὁ τοιοῦτος
9. καῦσος ὑπὸ τῆς τοῦ περιέχοντος ὀνίναται ψύξεως,
10. ἀμφοτέρων αὐτῷ γινομένων ἀγαθῶν. τῆς μὲν προτέρας
11. καταστάσεως, ἐν ἧ τὴν γένεσιν ἔσχεν ὡς σημείου, τῆς δ’
12. ἑτέρας ἐν ᾗ τὴν λύσιν, ὡς αἰτίου. ταῦτ’ οὖν ἅπαντα μαρτυρεῖ
13. μᾶλλον καὶ οὐ μάχεται τῇ κατὰ τὸν ἀφορισμὸν γνώμῃ.
14. καθάπερ οὐδὲ τὸ βράγχους καὶ κορύζας τοῖς σφόδρα πρεσβυτέροις
15. μὴ πεπαίνεσθαι, καίτοι γε οἰκεῖα παθήματα τῆς
16. τῶν γερόντων ἡλικίας ὄντα. πρῶτον μὲν γὰρ οὐ ταυτόν
17. ἐστι τῷ μὴ πεπαίνεσθαι τὸ κινδυνῶδες ὑπάρχειν. εἶτα
1. καὶ τὸ μηδ’ ἁπλῶς εἰρῆσθαι τοὺς πρεσβυτέρους, ἀλλὰ μετὰ
2. τοῦ σφόδρα, πάντα γὰρ ἐκείνοις ἐστὶ κινδυνώδη διὰ τὴν
3. ἀσθένειαν τῆς δυνάμεως. οὐ μὴν οὐδὲ τὸ κατὰ τὸ πρῶτον
4. τῶν ἐπιδημιῶν γεγραμμένον, καὶ μάλιστα ἔθνησκον οἷς
5. ἕῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, ἐναντιοῦται τοῖς εἰρημένοις.
6. οὐ γὰρ τὴν ἐκ τῶν στοιχείων κρᾶσιν εἴρηκε νῦν,
7. ἀλλὰ τὴν τοῦ σώματος ἰδέαν. ἔστιν ὅτε γὰρ ὀνομάζουσι
8. φύσιν καὶ ταύτην. καὶ ὥσπερ ἀληθές ἐστι τὴν θερμὴν
9. κρᾶσιν ἧττον ἐν τοῖς θερμοῖς κινδυνεύειν νοσήμασιν, οὕτως
10. καὶ τοὺς στενοθώρακας οὐ μόνον μᾶλλον ἁλίσκεσθαι ὑπὸ
11. φθίσεως, ἀλλὰ καὶ κινδυνεύειν ἁλόντας. ἔνιοι μέντοι τῶν
12. ἐξηγησαμένων τοὺς ἀφορισμοὺς, ὑπὸ τῶν τοιούτων πιθανῶν
13. ἀπατηθέντες, οἰκεῖον νόσημά τι τῇ τοῦ κάμνοντος φύσει τὸ
14. κατὰ τὴν κρᾶσιν ἐναντίον ἔφασαν, ὡς εἰ καὶ ἐπιτήδειον εἴρηται,
15. πάμπολυ καὶ τῆς τῶν πραγμάτων ἀληθείας καὶ τῆς
16. Ἱπποκράτους γνώμης ἁμαρτάνοντες, ὡς δέδεικται.