2. Ἐν πάσῃσι νούσοισι τὰ περὶ τὸν ὀμφαλὸν
3. καὶ τὸ ἦτρον πάχος ἔχειν βέλτιόν ἐστι. τὸ δὲ σφόδρα
4. λεπτὸν καὶ ἐκτετηκὸς μοχθηρόν. ἐπισφαλὲς δὲ τὸ τοιοῦτον
5. καὶ πρὸς τὰς κάτω καθάρσιας.
7. Ὅτι μὲν ἔξω εἶναι χρὴ πάσης διαθέσεως τῆς παρὰ
8. φύσιν ἅπαντα τὰ κατ’ ἐπιγάστριον χωρία πρόδηλόν ἐστι.
9. καὶ λέλεκται κατὰ τὸ προγνωστικὸν, ἔνθα φησὶν ὑποχόνδριον
10. ἄριστον μὲν ἀνώδυνόν τε εἶναι καὶ μαλθακὸν καὶ ὁμαλόν.
11. ἀλλὰ καὶ τούτων αὐτῶν ἐστι τὰ μὲν ἰσχνότερα, τὰ δὲ παχύτερα,
12. περὶ ὧν νῦν τὸν λόγον ποιεῖται, ὅσα μὲν παχύτερα,
13. βελτίω ταῦτ’ εἶναι λέγων, ὅσα δὲ ἰσχνὰ, μοχθηρὰ καὶ
14. ὡς σημεῖα δηλονότι καὶ ὡς αἴτια. ὡς σημεῖα μὲν γάρ εἰσι
15. τῆς ἐν τοῖς ἐκτετηκόσι μορίοις ἀσθενείας, ὡς αἴτια δὲ τοῦ
16. μηδὲ πέττεσθαι καλῶς ἐν τῇ γαστρὶ τὰ σιτία, μηδ’ αἱματοῦσθαι
17. κατὰ τὸ ἧπαρ. ἄμφω γὰρ ταῦτα πάντα τὰ μόρια
1. πρὸς τοῦ πάχους τῶν εἰρημένων σωμάτων ὠφελεῖται θαλπόμενα.
2. τοσούτων οὖν εἰκός ἐστιν ἐκτακέντων αὐτῶν βλάπτεσθαι
3. τὰς ἐνεργείας, ὅσον ὑγιαινόντων ὠφελοῦνται. ὅτι
4. δὲ ἡ λεπτότης τῶν εἰρημένων μερῶν καὶ πρὸς τὰς κάτω
5. καθάρσεις ἐπισφαλής ἐστι πρόδηλον. ἰσχυρὰ γὰρ δεῖ εἶναι
6. πάντα τὰ κάτω τοῦ θώρακος μόρια πρὸς τῷ καλῶς ὑπηρετεῖν
7. ταῖς καθάρσεσιν· εἰ δὲ μὴ, μεγάλαις περιπίπτειν βλάβαις.
8. διὰ τί δὲ μόνας εἶπε τὰς κάτω καθάρσεις ἄξιον ζητῆσαι.
9. καὶ γὰρ αἱ ἄνω, τουτέστιν αἱ δι’ ἐμέτων, ἐπισφαλεῖς
10. εἰσι τοῖς οὕτω διακειμένοις. ἢ ταύτας μὲν ὡς σαφεῖς
11. παρέλιπεν, ἐκείνων δ’ ὡς ἀσαφεστέρων ἐμνημόνευσεν; ἦτρον
12. δὲ ἰδίως ὀνομάζει τὸ κάτω χωρίον τῆς γαστρὸς, ὅσον ἐστὶ
13. μεταξὺ τοῦ αἰδοίου καὶ τοῦ ὀμφαλοῦ. ὡς εἰς τρία ταῦτα
14. διαιρεῖσθαι τὸ σύμπαν ἐπιγάστριον, ὑποχόνδριον, τὰ περὶ
15. τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον.