2. Οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα ἐν τῇσιν φαρμακείῃσι
3. καθαιρόμενοι ἐκλύονται ταχέως οἱ πονηρᾷ τροφῇ
4. χρεέμενοι.
6. Οἱ μὲν ὑγιεινῶς ἔχοντες τὰ σώματα δεόντως ἐν ταῖς
7. φαρμακείαις ἐκλύονται ταχέως· συντήκονται γὰρ, οὐ καθαίρονται.
8. οἱ πονηρᾷ δὲ τροφῇ χρώμενοι διὰ τὴν περιουσίαν
9. τῶν μοχθηρῶν χυμῶν ἐκλύονται ῥᾳδίως ἐπὶ ταῖς καθάρσεσιν.
10. εἴτε δὲ τὴν ἔξωθεν εἰσφερομένην τροφὴν τῷ σώματι,
11. εἴτε τὴν ἐν αὐτῷ περισχομένην εἴρηκε μοχθηρίαν, ἑκάτερος
12. ἀληθὴς ὁ λόγος, ἐπειδὴ καὶ τὰ μοχθηρὰ σιτία μοχθηρὸν
13. εἴωθεν αἷμα γεννᾷν. οὕτως οὖν καὶ λέγεται μοχθηρὰ τῆς
14. ἀναφορᾶς γενομένης, ἐπὶ τὸ γενηθησόμενον ἐξ αὐτοῦ αἷμα.