2. Οἱ εὖ τὰ σώματα ἔχοντες φαρμακεύεσθαι ἐργώδεες.
4. Οὐ τοὺς ὁτιοῦν φάρμακον προσφερομένους φαρμακεύεσθαι
5. λέγειν εἴωθεν ὁ Ἱπποκράτης, ἀλλ’ ἐπὶ μόνων τῶν
6. καθαιρόντων τούτῳ χρῆται τῷ ῥήματι. ὁ μὲν οὖν προγεγραμμένος
7. ἀφορισμὸς ἓν τῶν προσγινομένων αὐτοῖς ἐδήλωσε
8. σύμπτωμα. ἐκλύεσθαι γὰρ ἔφη ταχέως ἐν ταῖς καθάρσεσι
9. τοὺς ὑγιεινῶς ἔχοντας. ἐν τῇ δὲ γενικωτέρᾳ λέξει περὶ τῶν
10. αὐτῶν ἀπεφῄνατο, λέγων αὐτοὺς ἐργῶδες εἶναι φαρμακεύεσθαι·
11. καὶ γὰρ ἰλιγγιῶσι καὶ στροφοῦνται καὶ δυσχερῶς αὐτοῖς
12. ἡ κάθαρσις προχωρεῖ καὶ πρὸς τούτοις ἔτι ταχέως
13. ἐκλύονται. γίνεται δὲ ταῦτα πάντα καθαρτικοῦ φαρμάκου
14. τὸν οἰκεῖον μὲν ἕλκειν χυμὸν ἐφιεμένου, ἤτοι τὴν ξανθὴν
15. ἢ τὴν μέλαιναν χολὴν ἢ τὸ φλέγμα ἢ τὸ ὑδατῶδες περίττωμα.
1. τῷ δ’ ἀπορεῖν αὐτοῦ τὸ αἷμα καὶ τὰς σάρκας συντήκει,
2. ἵν’ ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον.