5. Τὸ σμικρῷ χεῖρον καὶ πόμα καὶ σιτίον, ἥδιον δὲ
6. τῶν βελτιόνων μὲν, ἀηδεστέρων δὲ μᾶλλον αἱρετέον.
8. Οὐ διὰ τὸ κεχαρισμένον μόνον τῷ κάμνοντι τοῦτο
9. ποιητέον, ἀλλὰ καὶ ὡς ὠφελιμώτερον αὐτῷ γενησόμενον. ὅσα
10. γὰρ ἂν ἡδέως προσενεγκώμεθα, περιστέλλεσθαι τούτοις ἡ
11. γαστὴρ εἴωθε καὶ πέττειν μᾶλλον αὐτὰ ῥᾳδίως. ἀποχωρεῖν
12. δὲ ἀπὸ τῶν ἀηδῶν ὡς ἤτοι ναυτίας ἐπιφέρειν ἢ πνευματώσεις
13. ἢ κλύδωνας. ὅπερ οὖν ἐπὶ τῶν πλείστων καὶ εὐχύμων
14. ὄντων γίνεται, ὅταν ᾖ μικρῷ χεῖρον, ἐπὶ τῶν ἡδέως λαμβανόντων
15. οὐ μόνον οὐκέτι χεῖρον, ἀλλ’ ἐνίοτε καὶ βέλτιον
16. γίνεται.