2. Οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πολλὰ νοσέουσιν ἧσσον,
3. ὁκόσα δ’ ἂν αὐτέοισι χρόνια νοσήματα γένηται, τὰ πολλὰ
4. ξυναποθνήσκουσιν.
6. Οἱ πρεσβῦται τῶν νέων οὐ πάντες ἧσσον νοσοῦσιν, οὐδὲ
7. γὰρ ἅπαντες ἐγκρατέστερον διαιτῶνται. ὅσοις δ’ οὐχ
8. ὑπάρχει τοῦτο, μᾶλλον νοσοῦσιν ἀσθενέστεροι τῶν νέων ὄντες.
9. ὅτι δ’ αὐτοῖς πάμπολλα τῶν χρονίων νοσημάτων συναποθνήσκει
10. πρόδηλον, εἴ γε καὶ ἡ δύναμις ἀσθενὴς, ὡς μήτε
11. πέττειν ἔτι δύνασθαι ῥᾳδίως τὰς νόσους καὶ ψυχρὰ πάντα
12. ἐστὶ τὰ χρόνια νοσήματα, διὸ καὶ μᾶλλον γέρουσιν ἢ νεωτέροις
13. γίνεται. τοῖς γὰρ οἰκείοις νοσήμασιν ἑαλωτότεροι
14. πάντες.