11. Οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο οὐδὲν ἀγαθὸν ὅ τι ἂν
12. μᾶλλον τῆς φύσεως ᾖ.
14. Πάλιν οὗτος ὁ λόγος, ὥσπερ ὁ προγεγραμμένος ἀφορισμὸς,
15. ἐπὶ μιᾶς ὕλης ὁ αὐτὸς καὶ ἐπὶ πασῶν ἀποφαίνεται.
16. τῆς γὰρ ὑγείας συμμετρίας οὔσης ἀνάγκη πάσας τὰς
17. ἀμετρίας, ὅσαι μὲν ἐπὶ πλεῖστον ἀποκεχωρήκασι τῆς συμμετρίας,
1. ἤδη νοσήματα ὑπάρχειν, ὅσαι δ’ οὐδέπω τὸ μέχρι
2. πλείστου κέκτηνται νοσημάτων ἐνδείκνυσθαι γένεσιν.