17. Βράγχοι καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ
18. πεπαίνονται.
1. Ἐὰν συνάψωμεν ἀλλήλοις τοὺς ἀφορισμοὺς, ἑκατέρου
2. ὁ λόγος ἔσται τοιοῦτος. οἱ πρεσβύτεροι τῶν νέων τὰ μὲν
3. πλεῖστα νοσοῦσιν ἧττον, ὅσα δ’ αὐτοῖς χρόνια νοσήματα
4. γίνεται, τὰ πολλὰ συναποθνήσκει. βράγχοι γοῦν καὶ κόρυζαι
5. τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται, ὥστε οἷόν τι
6. παράδειγμα τὸν ἀφορισμὸν εἶναι τοῦτον τοῦ προγεγραμμένου.
7. συναποθνήσκει γὰρ οὐ ταῦτα μόνον τοῖς πρεσβυτέροις,
8. ἀλλὰ καὶ νεφρῖτις καὶ ποδάγρα καὶ ἀρθρῖτις καὶ
9. ἰσχιὰς, αἵ τε περὶ κῶλον ἢ σπλῆνα διαθέσεις ψυχραὶ καὶ
10. πρὸς ταύταις ἄσθματα, βῆχες, κυρτώσεις, λορδώσεις, σκολιώσεις,
11. ὅσα τ’ ἄλλα διὰ τοὺς ψυχροὺς γεννᾶται χυμοὺς,
12. οὓς καὶ τῶν ἀκμαζόντων τισὶ, μὴ ὅτι πρεσβύταις χαλεπὸν
13. ἐκπεφθῆναι.