16. Οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς ἄνευ φανερῆς προφάσιος
17. ἐξαπίνης τελευτῶσιν.
1. Οὐ πάντες οἱ ἐκλυόμενοι ἐξαίφνης τελευτῶσιν, ἀλλ’ εἰ
2. προσθείης αὐτοῖς διορισμοὺς τρεῖς, ἕνα μὲν καὶ πρῶτον, ἵνα
3. πολλάκις τοῦτο πάσχωσι, δεύτερον δὲ ἵνα ἰσχυρῶς καὶ τρίτον
4. ἄνευ φανερᾶς αἰτίας. ἐπεὶ γυνή τις ἐπὶ πλεῖστον ἐν
5. τῷ βαλανείῳ διατρίβουσα χρόνον συνεχῶς ἐξελύετο,
6. διὰ τὸ μῆκος τοῦ χρόνου καὶ ὅτι τὸ βαλανεῖον ὡς τὰ πολλὰ
7. μοχθηροῖς ὑπεκαίετο ξύλοις. ἀλλ’ οὐ νοσήματός που τοῦτο
8. σημεῖον, ἐπὶ φανερᾷ προφάσει γινόμενον. ἑτέρα δὲ καὶ
9. ὑστερικοῖς ἐνοχλουμένη παθήμασιν ἔπασχε τοῦτο· καί τις
10. ἄλλος εἰ ἐπὶ πλέον ἀσιτήσας ἔτυχεν, ἐξελύετο λυομένη. ἄλλος
11. δὲ εἰ μὴ προὔλαβεν ἄρτου τι, τοῦτ’ ἔπασχεν, εἰ καὶ καθ’
12. ὥραν ἐλούετο. τοῖς τοιούτοις μὲν οὖν ἢ ἀσθενὲς ἢ αἰσθητικὸν
13. ἱκανῶς ἐστι τὸ τῆς γαστρὸς στόμα. ὅσαι δὲ διὰ μηδὲν
14. τούτων ἐκλύονται πολλάκις καὶ ἰσχυρῶς, οὗτοι
15. δι’ ἀῤῥωστίαν τῆς ψυχικῆς δυνάμεως τοῦτο πάσχουσιν,
16. ὥσπερ κἀκεῖνος, ᾧ μετὰ τῆς ἐκλύσεως παλμὸς ἐγένετο τῆς
1. καρδίας ἰσχυρὸς, ἀπέθανεν ἐξαίφνης ὥσπερ οἱ ταῖς ὀξυτάταις
2. ἁλισκόμενοι καρδιακαῖς συγκοπαῖς.