7. Τῶν ἀπαγχομένων καὶ καταλυομένων, μήπω δὲ τεθνηκότων
8. οὐκ ἀναφέρουσιν οἷσιν ἂν ἀφρὸς ᾖ περὶ τὸ στόμα.
10. Πᾶσα μὲν ἀφροῦ γένεσις ἐκ μίξεως ἀποτελεῖται δυοῖν
11. οὐσιῶν, τῆς μὲν ἑτέρας πνευματικῆς, ὑγρᾶς δὲ τῆς ἑτέρας.
12. γίνεται δ’ ἡ μίξις αὐτῶν εἰς πολλὰ θραυσθείσης ἑκατέρας
13. καὶ πολλὰς ἐν τῇ συμπλοκῇ σμικρὰς πομφόλυγας ἐργαζομένων.
14. ὅταν δὲ ᾖ γλίσχρον τῇ συστάσει τὸ καταθραυσθὲν
15. ὑγρὸν, οὗ περιπλεκομένου τῷ πνεύματι τὰς πομφόλυγας
16. γενηθῆναι συμβῇ, δύσλυτός τε καὶ μόνιμος ὁ ἀφρὸς γίνεται,
17. οἷον μάλιστα τοῖς δραμοῦσιν ἵπποις ἢ τοῖς θυμωθεῖσι
1. κάπροις ἀθροίζεται περὶ τὸ στόμα. τὴν δ’ ἑκατέρων τῶν
2. οὐσιῶν θραῦσίν τε καὶ μίξιν ἐνίοτε μὲν ἐργάζεται βιαία
3. κίνησις ἤτοι γ’ ἀμφοῖν ἢ μόνης τῆς ἑτέρας, ἐνίοτε δὲ ἰσχυρὰ
4. θερμότης, εἰ μὴ ἄρα καὶ ταύτην τῇ κινήσει τις λέγοι
5. τὸν ἀφρὸν ἐργάζεσθαι. ἀλλὰ τῷ γε τοῖς ἐναργῶς φαινομένοις
6. ἑπομένῳ διττὴν ἀσφαλέστερόν ἐστι φάναι τὴν γένεσιν
7. εἶναι, κατὰ μὲν τοὺς σφοδροὺς ἀνέμους ἐμπίπτοντας τῇ
8. θαλάττῃ διὰ πληγὴν ἰσχυρὰν, ἐπὶ δὲ τῶν λεβήτων διὰ
9. τὴν θερμασίαν. οὕτω δὲ κἀν τοῖς τῶν ζώων σώμασιν ἐν
10. μὲν τοῖς ἐπληπτικοῖς σπασμοῖς ἡ συντονία τῶν κινήσεων
11. τὸν ἀφρὸν εἴωθε γεννᾷν, ἐπὶ δὲ τῶν κάπρων ἡ θερμασία,
12. κατὰ δὲ τοὺς δρόμους τῶν ἵπτων ἄμφω φαίνεται σύντονα.
13. συνεχῶς γὰρ εἴσω καὶ ἔξω τοῦ κατὰ τὰς ἀναπνοὰς ἀέρος
14. φερομένου τό τε σίελον αὐτοῖς λεπτύνεται καί τι κἀκ τοῦ
15. πνεύμονος ἀτμοειδῶς ἀναφερόμενον, ἐπιμίγνυταί τε καὶ συμπλέπεται
16. τῷ σιέλῳ τοῦ γενομένου τὴν οὐσίαν ἀφροῦ συναῦξον.
17. ὅσοι δ’ ἡγοῦνται τὸν ἀφρὸν τοῦτον ἐκ τῆς κοιλίας
18. ἀναφέρεσθαι διαμαρτάνουσιν. οὔτε γὰρ ἀθρόως αὐτὸν ἐκεῖθεν
1. ἥκειν ἐγχωρεῖ, μήτε ἐμοῦντος τοῦ ζώου τηνικαῦτα μήθ’
2. ὅλως ναυτιῶντος, ὧν συμπτωμάτων χωρὶς οὐχ οἷόν τέ
3. ἐστιν ἐκ τῆς γαστρὸς ἀνενεχθῆναί τι, καὶ πολὺ δὴ μᾶλλον
4. ἀδύνατον ἀναφέρεσθαί τινα ἀτμὸν ὁμοίως τῷ κατὰ τὰς
5. ἀναπνοὰς, μηδεμιᾶς τοιαύτης ἐκ τῆς γαστρὸς ἀναφερομένης
6. οὐσίας, οἵαν ὁ πνεύμων ἀναπνεῖ. καὶ γάρ τοι καὶ τὸ αἷμα
7. τὸ μὲν ἐκ τοῦ πνεύμονος ἀναγόμενον ἀφρῶδες ὁμοίως ἐστὶ
8. τῷ σπλάγχνῳ. τὸ δ’ ἐκ τῆς γαστρὸς οὐδ’ ἐγγὺς τῷ τοιούτῳ,
9. ἀλλ’ ὁ μὲν ἅμα τῷ αἵματι ἐκ τοῦ πνεύμονος συναναφερόμενος
10. ἀφρὸς ἀθρόως τε καὶ μετὰ βηχὸς ἀνάγεται, ὁ
11. δ’ ἐκ τοῦ τοιούτου χυμοῦ κατ’ ὀλίγον ἐκπνεόμενος
12. ἀτμὸς οὐ κινεῖ βῆχας. περιβληθείσης γε μὴν ἀγχόνης τῷ
13. τραχήλῳ δεῖται μὲν ἡ καρδία καὶ ὁ πνεύμων ἐκπνεῦσαι τὸ
14. λιγνυῶδες περίττωμα· δέδεικται γὰρ τοῦτο ἡμῖν ἐν τῷ
15. περὶ χρείας ἀναπνοῆς γράμματι· κωλυόμενον δὲ διὰ τὴν
16. ἀγχόνην βιαίως ὠθεῖ πᾶν αὐτὸ, κἀν τούτῳ καὶ τῆς οἰκείας
17. ὑγρότητός τι συνεκβάλλει, καθάπερ κἀν ταῖς τοῦ αἵματος
1. ἀναγωγαῖς. ὀλέθριον οὖν τοῦτο τὸ σημεῖόν ἐστιν, ἐπειδὴ
2. τῆς βίας τοῦ πνεύμονός ἐστι δηλωτικὸν, ἣν πάσχει πνιγομένου
3. τοῦ ζώου. μάλιστα δ’ εἰκὸς αὐτῷ γίνεσθαι τοῦτο διὰ
4. τὴν ἐκ τῆς καρδίας εἰς αὐτὸν ὠθουμένην θερμασίαν, ὥστε
5. καὶ τῇ ζέσει τοῦ θερμοῦ καὶ τῇ τοῦ πνεύματος βιαίᾳ κινήσει
6. καὶ τῇ σφοδρᾷ τοῦ πνεύμονος συντονίᾳ, τῆς ἀναγωγῆς
7. γενομένης τοῦ ἀφροῦ, θανατῶδες τὸ σημεῖον. ἔνιοί γε μὴν
8. ἐν τῷ σπανίῳ τῶν ἀπαγχομένων ἀπήνεγκαν, ἀφροῦ φανέντος
9. περὶ τὸ στόμα· καὶ ἴσως ὁ Ἱπποκράτης οὐχ ὡς διὰ
10. παντὸς ἀπολλυμένων, ἀλλ’ ὅτι τοὐναντίον σπανιώτατα, οὕτως
11. ἀπεφήνατο, καθάπερ ὀλίγον ἔμπροσθεν ἐδείκνυτο, ἔνθα
12. φησὶ κατὰ τὸν ἀφορισμόν· ὁκόσοισι νέοισιν αἱ κοιλίαι ὑγραί
13. εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται. τὸ γὰρ ὡς τὸ
14. πολὺ παρέλιπεν ἐνταῦθα εἰπεῖν, ἐν τοῖς κατωτέρω προσθεὶς
15. αὐτὸ, ἔνθα φησὶν, ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι,
16. νέοι μὲν ὄντες βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων,
17. ἐς δὲ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσι· ξηραίνονται γὰρ ὡς
18. ἐπὶ τὸ πολὺ τοῖσιν ἀπογηράσκουσιν.